Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 8
Not analysed yet
Μέλλων δὲ πληροῦν τὴν ὑπόθεσιν χρήσῃ ἀνακλητικοῖς ὀνόμασι τοῦ θεοῦ οὕτως, ἀλλʼ ὦ Σμίνθιε καὶ Πύθιε, ἀπὸ σοῦ γὰρ ἀρξάμενος ὁ λόγος εἰς σὲ καὶ καταντήσει, ποίαις σὲ προσηγορίαις προσφθέγξομαι; οἱ μὲν σὲ Λύκειον λέγουσιν, οἱ δὲ Δήλιον, οἱ δὲ Ἀσκραῖον, ἄλλοι δὲ Ἄκτιον, Λακεδαιμόνιοι δὲ Ἀμυκλαῖον, Ἀθηναῖοι πατρῷον, Βραγχιάτην Μιλήσιοι, πᾶσαν πόλιν καὶ πᾶσαν χώραν καὶ πᾶν ἔθνος διέπεις καὶ καθάπερ τὸν οὐρανὸν περιχορεύεις ἔχων περὶ σεαυτὸν τοὺς χοροὺς τῶν ἀστέρων, οὕτω καὶ τὴν οἰκουμένην πᾶσαν διέπεις· Μίθραν σε Πέρσαι λέγουσιν, Ὧρον Αἰγύπτιοι· σὺ γὰρ εἰς κύκλον τὰς ὥρας ἂγεις, Διόνυσον Θηβαῖοι, Δελφοὶ δὲ διπλῇ προσηγορίᾳ τιμῶσιν, Ἀπόλλωνα καὶ Διόνυσον λέγοντες· περὶ σὲ θοῦραι, περὶ σὲ θυάδες, παρὰ σοῦ καὶ σελήνη τὴν ἀκτῖνα λαμβάνει, Χαλδαῖοι δὲ ἄστρων ἡγεμόνα λέγουσιν· εἴτε οὖν ταύταις χαίροις ταῖς προσηγορίαις, εἴτε τούτων ἀμείνοσι, σὺ μὲν ἀκμάζειν ἀεὶ ταῖς εὐδαιμονίαις τὴν πόλιν τήνδε δίδου, ἐσαεὶ δὲ τήνδε συγκροτεῖσθαί σοι τὴν πανήγυριν· νεῦσον δὲ καὶ χάριν τοῖς λόγοις, παρά σοι γὰρ καὶ οἱ λόγοι καὶ ἡ πόλις.