Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 6-2
Not analysed yet
Μετὰ τοῦτο τὸ κεφάλαιον ἄλλο τῶν πράξεων, ὅτι μουσικὸς ὁ θεός. ἐνταῦθα καιρὸν ἔξεις, ὅπως μὲν κατʼ οὐρανὸν μέσος ἐν μέσοις θεοῖς πλήττει τὴν λύραν, ὅπως δὲ μετὰ τῶν Μουσῶν ἐν Ἑλικῶνι καὶ ἐπὶ τῆς Πιερίας· καὶ φιλοσοφήσεις μετρίως ἐνταῦθα· εἰ δὲ δεῖ καὶ ἀπορρητότερον λόγον εἰπεῖν, ὄν φιλοσόφων παῖδες πρεσβεύουσι, λέγουσι μὲν αὐτὸν ὄντα τὸν ἥλιον μουσικῇ μὲν αὐτὸν κινεῖσθαι, κατὰ μουσικὴν δὲ περιδινεῖν περὶ αὐτὸν τὸν πόλον, καὶ διʼ ἁρμονίας ἅπαντα τὸν κόσμον διοικεῖν. οὐ μὴν ἀλλʼ ἐπειδὴ ταῦτα τοῖς θεολόγοις παρεῖναι δεῖ, λέγωμεν μᾶλλον τὰ γνωριμώτατα· ὁ γὰρ Ὀρφεὺς διʼ αὐτὸν εὐδόκιμος ὢν εἰς τοσοῦτον εὐμουσίας προῆλθεν, ὥστε καὶ θηρία συλλέγειν, εἰ πλήττοι τὴν λύραν, καὶ λίθους κινεῖν, καὶ πᾶν ὁτιοῦν καταθέλγειν πιπτούσης εἰς αἴσθησιν αὐτῶν τῆς ἁρμονίας. Ἀμφίονος μνημονεύσεις, Ἀρίονος, καὶ ὅτι ὁ μὲν τὰς Θήβας ἐτείχισε τῇ λύρᾳ τὰς πέτρας μετάγων, ὁ δὲ τὸ Τυρρηνικὸν ἔπλευσεν ἐπὶ Δελφῖνος ὀχούμενος. ἀνοίσεις δὲ τὰ ἐγκώμια ἐπὶ τὸν μουσηγέτην, ὡς παρʼ ἐκείνου λαμβανόντων τὴν μουσικήν.