Ancient Greek · ~4 min
Dfhg-Source dfhg4_MENECLES_BARCAEUS
MENECLES BARCAEUS, Fragmenta 1
Not analysed yet
Περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. Οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς φασιν αὐτὸν ἐλθεῖν, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τὸν (Herodot. IV, 155), Βάττ ̓ ἐπὶ φωνὴν ἦλθες· ἅναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. Οἱ δὲ στάσεως περιπεσούσης πολιτικῆς. Ὁ Μενεκλῆς γοῦν πιθανωτέραν δοκεῖν φησι τὴν στάσεως αἰτίαν, μυθικωτέραν δὲ τὴν ἐπὶ τῆς φωνῆς. Φησὶ δὲ, ὅτι οἱ πολῖται ὲν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη σκοντας δὲ τὴν εἰς πατρίδα δάθοδον περὶ ἀποικίας βουλεύεσθαι. Ἀποδημήσας δὲ εἰς Δελφοὺς Βάττος ἠρωτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται περὶ τῆς εἰς τὴν πατρίδα ἐπαναστροφῆς ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται· τὸν δὲ θεὸν χρῆσαι· Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. Ἔρχεο, λεῖφ ̓ ἁλίαν χώραν· ἤπειρος ἀμείθων. Στερρὴν γῆν ὁσίως, ἥν μίσει πολλὴν ἀθεμίστως. Οἱά τ ̓ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει.