Ancient Greek
Dfhg-Source dfhg4_MENECLES_BARCAEUS
MENECLES BARCAEUS, Fragmenta 2
Not analysed yet
Φερετίμη, μυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς Αἴγυπτον ἀπέστειλεν. Ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. Λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρήσασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας.