Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_MENECLES_BARCAEUS
MENECLES BARCAEUS, Fragmenta 3
Not analysed yet
Οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω· «Καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμεικός. Ἔστι γὰρ ὁ αὐτὸς δῆμος. Βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. [Εἰσὶ δὲ οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες (ταφθέντες̣), οἳ ἐν αὐτῇ τῇ χώρᾳ ὑπὲρ τῆς πόλεως τετελευτήκασιν.] Ἔχουσι δὲ αἱ στῆλαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.»