Ancient Greek
Dfhg-Source dfhg2_MENECRATES_ELAITA
MENECRATES ELAITA, Fragmenta 2
Not analysed yet
Τοὺς Μυσοὺς οἱ μὲν Θρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήκασι, κατ ̓ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς (fr. 8) γράφει καὶ Μενεκράτης ὁ Ἐλαίτης· ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν Μυσῶν, ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί· πολλὴ δ ̓ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας· ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσοὺς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας· μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον. Τῶν δὲ Φρυγῶν ἐκ τῆς Θρᾴκης περαιωθέντων, εἵλοντο τόν τε τῆς Τροίας ἄρχοντα καὶ τῆς πλησίον τῆς. Ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι· τοὺς δὲ Μυσοὺς ὑπὲρ τὰς τοῦ Καίκου πηγὰς πλησίον Λυδῶν.