Ancient Greek
Dfhg-Source dfhg2_MENECRATES_ELAITA
MENECRATES ELAITA, Fragmenta 3
Not analysed yet
Αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενεθλἡ. Ἐπαινεῖ δὲ μάλιστα (sc. Δημήτριος ὁ Σκήψιος) τὴν Ἑκαταίου τοῦ Μιλησίου (fr. 202) καὶ Μενεκράτους τοῦ Ἐλαίτου, τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς (sic 3 codd. ; vulgo ἀνδρῶν), δόξαν καὶ τὴν Παλαιφάτου . . . Ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερκεῖσθαι λέγει τῶν ὑπὲρ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δὲ, φησὶ, γράφειν ἐν τοῖς λλ, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. Ὁ δὲ Παλαίφατός φησιν, ἐξ Ἀμαζόνων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δ ̓ ἐν Ζελείᾳ, τὸν Ὁδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι.