Ancient Greek · ~1 min
Chapter 2
Methodius, De Libero Arbitrio 2.5
Not analysed yet
ταῦτα οὕτως γινόμενα σκοπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ τῷ νοῒ καταμετρεῖν ἤθελον, πόθεν τε ἄρχεται καὶ ποῦ καταπαύει ἀνεζήτουν ἐγώ, ποίαν τε κίνησιν ἔχει, πότερον τὴν μεταβατικήν, τουτέστιν τὴν ἀπὸ τόπου εἰς τόπον, ἤ τὴν κύκλῳ φοράν, πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει.