Ancient Greek · ~2 min
Chapter 6
Methodius, De Libero Arbitrio 6.5
Not analysed yet
εἰ μὲν γὰρ εἴποιμεν ὡς ὲν ἀέρι. μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ' ὥσπερ έν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.