Ancient Greek · ~2 min
Fragment 1
Methodius, Fragmenta In Job (In Catenis) 1
Not analysed yet
Hiob 9, 2. Δύναται, φησί, γενέσθαι δίκαιος συγκρίσει ἀνθρώπων· ὡς δὲ πρὸς τὸν τῶν ὅλων κύριον »πῶς ἔσται δίκαιος βροτός; «—Οὐ γὰρ τυραννεῖ κρίνων ὁ θεός, ἀλλὰ πείθει τὸν κρινόμενον καὶ ποιεῖ αὐτὸν θελῆσαι παραδέξασθαι τὴν ἀπόφασιν αὐτοῦ. μέλλομεν γοῦν οἱ κρινόμενοι βλέπειν τὸν κύριον μεθ' ἡμῶν συνδικαζόμενον ἐπὶ τοῦ πατρὸς καὶ λέγοντα· ὠ ἄνθρωπε, »τίς ἡ ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; «φέρε τί τούτου ἢ τῶν λοιπῶν πεποίηκας ἄξιον.