Ancient Greek · ~2 min
Fragment 2
Methodius, Fragmenta In Job (In Catenis) 2
Not analysed yet
Hiob 9. 5. »Ὄρη« Μωϋσῆς καὶ οἱ προφῆται. »ἠρα τοὺς ψαλμούς μου εἰς τὰ ὄρη. «Χριστὸς δὲ παλαιοῖ τὴν πρώτην διαθήκην, »καὶ οὐκ οἴδασιν« Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· »εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί. «ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἱερουσαλὴμ καὶ τὸ ἁγίασμα. ὁ αὐτὸς καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι κα. ὶ τοὺς ἀστέρας.