Ancient Greek · ~2 min
Fragment 11
Methodius, Fragmenta In Job (In Catenis) 11
Not analysed yet
Hiob 28, 14. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡ τοῦ πατρὸς σοφία καταβέβηκεν εἰς τὴν ἄβυσσον καὶ καταβὰς οὐ κεκράτηται. »ἄβυσσος« οὖν »εἶπεν· Οὐκ ἔστιν ἐν ἐμοί«, ἔστιν γὰρ ἐν οὐρανῷ. καὶ θάλασσα εἶπεν· Οὐκ ἔστι μετ' ἐμοῦ«. αὕτη ἡ θάλασσα ὁ τῶν ἀνθρώπων βίος, ἐν ᾧ τὰ περὶ τὴν ἀρετὴν ναυάγια. ἐὰν οὖν θέλῃς, ἴνα μετὰ σοῦ ἡ σοφία ᾐ, κἂν ᾖς ἐπὶ θαλάσσης πάτει τὰ κύματα, ἐπίδος σου τὴν χεῖρα τῇ σοφίᾳ, καὶ ποιήσει σε περιπατεῖν ἐπάνω τῶν κυμάτων.