Ancient Greek · ~2 min
Fragment 10
Methodius, Fragmenta In Job (In Catenis) 10
Not analysed yet
Hiob 27, 3. »Πνεῦμα θεῖον« ὁ Μεθόδιος πᾶσιν ἀνθρώποις ὑπὸ θεοῦ δοθὲν εἴτε δικαίοις εἴτε ἀδίκοις τὸ συνειδὸς ἐκλαμβάνει κεντοῦν ἐπὶ τοῖς ἁμαρτήμασι τὴν ψυχὴν καὶ μὴ συνευδοκοῦν τοῖς παρὰ τὸν ὀρθὸν λόγον γινομένοις· περὶ οὑ φησι καὶ τὸν Ἰωάννην ἐν τῇ ἐπιστολῇ λέγειν· Πὰν ἡ συνείδησις μὴ καταγινώσκῃ ἡμῶν παρρησίαν ἔχομεν πρὸς τὸν θεόν«· τί οὖν, φησί, τὸ καταγινωσκόμενον; οὐ γὰρ ἑαυτῆς ἡ συνείδησις καταγινώσκει, ἀλλὰ τῆς ψυχῆς ὰμαρτανούσης. περὶ τούτου καὶ ὁ Σολομὼν ἔφασκε »τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν‘.