Ancient Greek · ~2 min
Fragment 15
Methodius, Fragmenta In Job (In Catenis) 15
Not analysed yet
Hiob 38, 2. Ἐπειδὴ νενίκηται ὁ πειράζων μεγαλοφρονεῖ ὁ ἀγωνοθέτης ἐπὶ τῷ ἰδίῳ ἀθλητῇ καὶ φησὶν ὡς πρὸς τὸν ωενικημένον· »Τίς οὗτος ὁ κρύπτων; «τίνι γὰρ ἐφαρμόζει λέγεσθαι τοῦτο; ὁ Ἰὼβ οὐκ ἔκρυπτεν, εὐσεβὴς ὑπάρχων καὶ ὅσιος. οὑτος δέ ᾧ ἐπιπλήσσει, κρύπτειν ἐθέλει καὶ ὑπολαμβάνει τὴν »βουλὴν« αὐτοῦκρυπτομένην ἀπὸ τοῦ θεοῦ. πλὴν αὐτὸς ταῦτα ποιεῖ ὡς κρύπτων. καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἥμαρτεν ᾤετο κρύπτεσθαι ἀπὸ προσώπου κυρίου.