Ancient Greek · ~2 min
Fragment 16
Methodius, Fragmenta In Job (In Catenis) 16
Not analysed yet
Hiob 38, 3. Ὡς πρὸς τὸν διάβολον· Γενναῖος εἶ, »ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ ἐρωτήσω σε«. οὐ πιστεύ- εις με εἶναί σου σοφώτερον, ἀλλ’ οἴει μέγας εἶναι νοῦς; οὕτω γὰρ καὶ ὑπὸ τοῦ Ἡσαίου λέλεκται ὁ διάβολος· »ἐπάξω ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχ· οντα τῶν Ἀσσυρίων«. λέγει οὖν αὐτῷ· »Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου«. οὐ ζώννυται δέ. »ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. «—ὁ δὲ οὐ δύνατι αὐτῷ ἀποκριθῆναι, »τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτῷ εγενετο; «