Ancient Greek · ~1 min
Fragment 17
Methodius, Fragmenta In Job (In Catenis) 17
Not analysed yet
Hiob 38, 4. Ἐμοὶ φιλονεικεῖς; καὶ πρὸς ἐμὲ ἵστασαι; καὶ τοῖς ἐμοῖς ἀθληταῖς ἀνταγωνίζῃ; »ποῦ« δὲ »ἦς«, ὅτε ἐγὼ »τὴν γῆν« εἰργαζόμν; τίς ἠς τότε; ἤδη, φησίν, ἐπεπτώκεις. καὶ γὰρ ἐν τῇ ἀρχῇ τῆς κοσμοποιίας σκότος ἠν«, φησίν, ἐπάνω τῆς ἀβύσσου«. σκότος τοῦςο, τοῦτο, οὐ κτισθὲν σκότος, ἀλλὰ προαιρετικῶς ἀρξάμενον εἶναι σκότος τῇ τοῦ φωτὸς στερήσει.