Ancient Greek · ~1 min
Fragment 8
Methodius, Fragmenta In Job (In Catenis) 8
Not analysed yet
Hiob 25, 6. Μεθόδιος ὁ Σίδης εἰς τὸν Χριστὸν ἐκλαμβάνει, καὶ φησίν· Αὐτοῦ ἄκουε λέγοντος· »ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος«. σκώληκα οὖν λέγει, οὐ διὰ κακίαν, ἀλλὰ διὰ τὴν ταπεινοφροσύνην ἢ καὶ ὅτι φησὶν ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ’ ἐκ παρακειμένης ὕλης.