Ancient Greek · ~2 min
Fragment 9
Methodius, Fragmenta In Job (In Catenis) 9
Not analysed yet
Hiob 27, 2, Κρίσει θεοῦ πάσχειν πεπεισμένος ὁ Ἰώβ, καὶ φήσας· »Ζῇ κύριος ὃς οὕτω με κέκρικεν‘ ,τὴν περὶ τῶν. κριμάτων τοῦ θεοῦ σοφίαν ἄληπτον εἶναι ὸμολογεῖ, οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ θεοῦ μὴ ἱκανὸν εἶναι παραδέξασθαι τὸν ἐπίγειον τόπον μεμολυσμένον ἁμαρτίαις. ταῦτα ὡς ὡς πρὸς τοὺς φίλους λέγει, τοὺς οἰομένους κατειληφέναι τὴν αἰτίαν δι' ἣν ταῦτα ἔπασχεν.