Ancient Greek · ~18 min
Λόγος θ΄. Τυσιανή.
Methodius, Symposium Sive Convivium Decem Virginum 1.1-3
Not analysed yet
Ὠς οὑν ἀπεπαύσατο καὶ ἡ φέκλα τοσαῦτα εἰποῦσα, ἴφη προστάξαι τὴν Ἀρετὴν ἡ Θεοπάτρα Ι τῇ Τυσιανῇ λέγειν· τὴν δὲ μειδιάσασαν ἀμπροσθεν αὐτῆς παρελθεῖν καὶ φάναι· Ὦ Ἀρετή, παρθενίας ἐρασταῖς ἀπέραστον καύχημα, κἀγὼ συναντιληψομένην μοι παραστῆναί σε παρακαλῶ, μή πως ἀπορήσω λόγων. ἅτε πολλῶν ἤδη καὶ παντοδαπῶν εἰρημἐνων. διὸ καὶ · παραιτοῦμαι τὰ προοιμιώδη ταῦτα καὶ προκατασκευαστικὰ τῶν λόγων, ἵνα δὴ μὴ χρονίζουσα προσήκοντα τούτοις ἐφαρμόττειν αὐτῶν ἐκπέσω τῶν προκειμένων· οὕτως ἔνδοξόν ἐστιν ἡ παρθενία καὶ τίμιον καὶ μεγαλοπρεπές. Ὁ θεὸς τὴν ἑορτὴν τῆς σκηνοπηγίας διδάσκων τῆς ἀληθινῆς τοὺς ἀληθινοὺς Ἰσραηλίτας, πῶς ἑορτάζειν δεῖ καὶ τιμᾶν ἐν τῷ Λευϊτικῷ παρίστησι μᾶλλον τῶν ἄλλων ἁγνείᾳ φάσκων δεῖν τὴν ἑαυτοῦ σκηνὴν ἕκαστον κοσμεῖν. παραθήσομαι δὲ καὶ τὰ ἀπὸ τῆς γραφῆς, ἀφ’ ὧν ἀναμφισβητήτως δειχθήσεται πᾶσιν ὅσον καὶ θεῷ πρόσφορόν ἐστι καὶ προσφιλὲς τὸ κατόρθωμα τοῦτο τῆς ἁγνείας. »καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσετε κυρίῳ ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις ἔσται. καὶ λήφεσθε τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυντρα φοινίκων καὶ κλάδους ξύλου ξύλου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς εἰς γενεὰς ὑμῶν. ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν· ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας. πᾶς αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν σκηναῖς, ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ γῆς Αἰγύπτου. ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. ‘πάντως ὑπολήψονται οἱ Ἰουδαῖοι —ψιλῷ τῆς γραψῆς τῷ γράμματι περιπετόμενοι, ὥσπερ καὶ τὰ καλούμενα ψυχία τῶν λαχάνων τοῖς φύλλοις, ἀλλὰ μὴ τοῖς ἄνθεσι καὶ καρποῖς ὡς ἡ μέ- λισσα —τούτους τοὺς λόγους καὶ ταύτας τὰς νομοθεσίας περὶ σκηνῆς τοιαύτης οἴας οὗτοι τεκταίνονται λελέχθαι, ὡς τοῦ θεοῦ χαίροντος ταῖς ἐξιτήλοις κατακοσμήσεσιν, αἳς αὐτοὶ κατακοσμοῦντες συσκευάζουσιν ἐκ τῶν ἀκροδρύων, οὐ συνησθημένοι τῶν μελλόντων ἀγαθῶν‘ τὸν πλοῦτον. ὡς αὔρα ταῦτα καὶ σκιαὶ φασματώδεις προεξαγγέλλουσαι τr̀ιν ἀνάστασιν καὶ πῆξιν τοῦ πεπτωκότος εἰς γῆν ἡμῶν σκηνώματος, ὄ τῇ ἑβδόμῃ χιλιονταετηρίδε χάλιν ἀθάνατον ἀπειληφότες ἑορτάσομεν τὴν μεγάλην ἑορτὴν τῆς ἀληθινῆς σκηνοπηγίας ἐν τῇ καινῇ καὶ ἀλύπῳ κτίσει, συντελεσθέντων τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἀνθρώπων μηκέτι γεννώντων καὶ γεννωμένων, ἀλλὰ καταπαύσαντος ἀπὸ τῶν ἔργων τῆς κοσμοποιίας τοῦ θεοῦ. ἀπειδὴ γὰρ ἐν ἔξ ἡμέραις ὁ θεὸς κατεσκεύασε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ συνετέλεσε πάντα τὸν κόσμον καὶ »κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε, καὶ εὐλόγησε τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν‘, ἐντεῦθεν συμβολικῶς τῷ μηνὶ τῷ ἑβδόμῳ, ὁπόταν ἤδη συντελεσθῶσιν οἱ καρποὶ τῆς γῆς, ἑορτάζειν προσ- τασσόμεθα τῷ κυρίῳ, ὄ δή ἐστιν, ὁπόταν ὁ κόσμος οὗτος συντελεσθῇ τῇ ἑβδόμῃ χιλιονταετηρίδι, ὅτε ὡς ἀληθῶς ὁ θεὸς συντελέσας τὴν οἰκουμένην ἀφ' ἡμῖν »εὐφρανθήσεται«. νῦν γὰρ ἀκμὴν ἔτι πάντα δημιουργεῖται τῇ διαρκεῖ βουλήσει αὐτοῦ καὶ ἀνεννοήτῳ δυνάμει, ἀναδιδούσης ἔτι τῆς γῆς τοὺς καρπούς, καὶ τῶν ὑδάτων συναγομένων »εἰς τὰς συναγωγάς«, καὶ τοῦ φωτὸς ἔτι διαχωριζομένου, καὶ τοῦ ἀριθμοῦ τῶν ἀνθρώπων ἔτι δημιουργουμένου, κοὶ τοῦ ἡλίου »εἰς ἀρχὰς« ἀνατέλλοντος »τῆς ἡμέρας« καὶ τῆς σελήνης εἰς ἀρχὰς« ἔτι τῆς νυκτός«, καὶ τῶν τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν ἐκ τῆς γῆς ἀναδιδομένων καὶ πτηνῶν καὶ νηκτῶν ἐκ τῆς ὑγρᾶς οὐσίας. τότε δὲ ὁπόταν συντελεσθῶσιν οἱ καιροὶ καὶ παύσηται ὁ θεὸς ἐργαζόμενος ταύτην τὴν κτίσιν, τῷ ἑβδόμῳ μηνί, τῇ μεγάλῃ τῆς ἀναστά- σεως ημερᾳ, ὲορτη συγκροτεῖται τῳ κυρίω της σκηνοπηγιας ημων, ἧς εἰσιν ἐν τῷ Λευϊτικῷ τὰ λεγόμενα σύμβολα καὶ τύποι, ἅ ἐξιχνεύοντας χρὴ νοεῖν τὴν ἀλήθειαν γυμνήν. »τῶν δέ« γάρ »ἀκούσας« φησί σοφὸς σοφώτερος ἔσται, νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. «ὅθεν αἰσχυνέσθωσαν οἱ Ἰουδαῖοι, τὰ βάθη τῶν γραφῶν μὴ συνῃσθημένοι καὶ πάντα σωματικὰ τὸν νόμον ἡγούμενοι καὶ τοὺς προφήτας εἰρηκέναι ἅτε τῶν κοσμικῶν ἐφιέμενοι καὶ τὸν ἔξωθεν πλοῦτον τοῦ περὶ ψυχὴν προ- κρίνοντες. διαιρουμένων γὰρ τῶν γραφῶν εἰς τὸν περὶ τῶν παρῳχηκότων καὶ μελλόντων τύπον, ἀποπηδήσαντες οἱ σχέτλιοι τῶν μελ- λόντων ὡς παρω̣χηκότων ἤδη τελοῦσι τοὺς τύπους, καράπερ καὶ ἐπὶ τῆς τοῦ προβάτου σφαγῆς, ἀνάμνησιν τῆς κατ’ Αἴγυπτον τῶν πατέρων αὐτῶν γεγενημένης σωτηρίας ἡγούμενοι μόνην εἰναι τὸ μυστήριον τοῦ προβάτου, ὁπότε πατασσομένων τῶν πρωτοτόκων τῆς Αἰγύπτου αὐτοὶ διεώθησαν, τὰς φλιὰς τῶν σφετέρων οἵκων φοινίξαντες τῷ αἵματι· οὐκέτι δὲ καὶ τῆς σφαγῆς τύπον ἡγήσαντο τοῦτο προδηλωτικὸν γεγονέναι Χριστοῦ, οὑ αἱ κατησφαλισμέναι τῷ αἵματι καὶ σφραγισθεῖσα ψυχαί, τῆς οἰκουμένης ἐκπυρουμένης καὶ τῶν πρωτοτόκων ὀλοθρευομένων τέκνων τοῦ Σατανᾶ, περισωθήσονται τῆς ὀργῆς, τῶν τιμωρητῶν ἀγγέλων ἐντραπησομένων τὴν ἀπὸ τοῦ αἵματος ἐπ’ αὑτοῖς ἐκτετυπωμένην σψραγῖδα.