Ancient Greek · ~8 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 17
Not analysed yet
Καὶ τί τοσοῦτον ἐπιδιατρίβουσα τοῖς ἀλέγχοις εἰς μῆκος ἐξάγω τὸν λόγον, τὰ ἀναγκαιότερα καὶ χρήσιμα πρὸς πειθὼ καὶ συγκατάθεσιν τοῦ συμφέροντος ἐκθεμένη καὶ πρόδηλον πᾶσι καὶ ἐξ ἀλί- γων τὴν διαφωνίαν τοῦ τεχνάσματος αὐτῶν ἐξεργασαμένη; ὥστε διορᾶν καὶ ἐπαισθάνεσθαι τὴν πλάνην ἤδη καὶ παιδίον, ὡς ἐφ᾿ ἡμῖν ἐστι τὸ διαπράξασθαι τὸ καλὸν ἢ τὸ κακὸν καὶ οὐκ ἐν τοῖς ἀστράσι. δύο γὰρ κινήσεε ἐν ἡμῖν ἐστόν· ἐπιθυμία πεφυκότε σαρκὸς καὶ ψυχῆς, διαφέρετον ἀλλήλοιν. ὅθεν καὶ δύο ἐλαβέτην ὀνόματε· ἡ μὲν γὰρ ἀρετῆς, ἡ δὲ κακίας. δεῖν δὲ τῇ καλλίστῃ καὶ χρυσῇ πείθεσθαι τῆς ἀρετῇς ἀγωγῇ, τὰ βέλτιστα πρὸ τῶν φαύλων αἱρουμένους. —ἀλλὰ περὶ τούτων ἅλις ἤδη, καὶ ἐφέξω τὸν λόγον. αἰδοῦμαι γὰρ μετὰ τοὺς τῆς ἁγνείας λόγους καὶ ἐγκαλύπτομαι, τὰς τῶν μετεωρολόγων ἢ ματαιοσκόπων ἀνθρώπων ἀναγκαζομένη δόξας εἰσηγεῖσθαι, οἳ τὸν τῆς ζωῆς μετ᾿ οἰήσεως καταναλίσκουσι χρόνον, οὐδενὶ ἢ μυθικοῖς ἐνδιατρίβοντες πλάσμασι. Ταῦτά σοι καὶ παρ᾿ ἡμῶν, ὦ δέσποινα Ἀρετή, ἀπὸ θεορρήτων συγκαθυφασμένα λόγων προσκομιζέσθω τὰ δῶρα. ΕΥΒΟΥΛ. Ὡς λίαν ἀγωνιστικῶς ἡ Θέκλα καὶ ἐνδόξως, ὦ Γρηγόριον. ΓΡΗΓΟΡ. Τί οὖν, εἰ αὐτῆς ἐκείνης ἀκηκόεις ῥύδην καὶ εὐτρόχῳ τῇ γλώττῃ μετὰ τὰ πολλῆς χάριτος καὶ ἡδονῆς διαλεγομένης; ὥστε ἀγασθῆναί τινα προσέχοντα, καὶ τῆς μορφῆς ἀπανθούσης τοῖς λόγοις, ὡς ἀνδιαθέτως καὶ τῷ ὄντι φανταζομένη περὶ οἷν ἀφηγεῖτο διετέλει, ὑπερυθραινομένης αὐτῇ τῆς ὄψεως αἰδοῖ· ὅλη γὰρ εἲναι πέφυκε λευκὴ καὶ σῶμα καὶ Ψυχήν. ΕΥΒΟΥΛ. Ὀρθῶς, ὡ Γρηγόριον τοῦτα φᾐς, καὶ οὐδὲν αὐτῶν ψεῦδος. ἔγνων γὰρ καὶ ἀπὸ τῶν ἄλλων ἀνδραγαθημάτων μῆτιν αὐτῆς, καὶ λέγειν ὅσα καὶ οἳα κατώρθωσεν, ὑπερβαλλούσης ἀπάπης ἐπίδειξιν ποιουμένη Χριστῷ, καὶ ὡς διαπρεπὴς πολλάκις ἐφάνη τοῖς μεγάλοις καὶ πρώτοις ἄθλοις ὑπαντῶσα τῶν μαρτύρων ἴσην τῇ προθυμίᾳ τὴν σπουδὴν κεκτημένη καὶ τῇ ἀκμῇ τῶν βουλευμάτων ιην ρωμην του οωματος. ΓΡΗΓΟΡ̣ Ἀληθέστατα καὶ σὺ φῄς· ἀλλὰ μὴ διατρίβωμεν. τούτων γὰρ πέρι καὶ αὐθις ἔσται πολλάκις ἡμᾶς διαλέξασθαι. νῦν δὲ πρῶτον καὶ τῶν ἑξῆς παρθένων ἀξαγγεῖλαί με δεῖ σοι τοὺς λόγους, καθὼς ὑπέστην, μᾶλλον δὲ Τυσιανῆς καὶ Δομνίνας· αὗται γὰρ ὔτι περιλείπονται.