Ancient Greek
Λόγος θ΄. Τυσιανή.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-9
Not analysed yet
Καὶ ταῦτα μὲν οὖν ὡς ἐπὶ παραδείγματος εἰρήσθω δεικνυούσης, ὅτι τὰ παρόντα τύπους ἡγούμενοι τῶν ἤδη γεγονότων οἱ Ἰουδαῖοι τῆς ἐλπίδος τῶν μελλόντων« ἐξώκειλαν »ἀγαθῶν« ,μηδὲ τοὺς τύπους τῶν εἰκόνων βουληθέντες εἶναι προκαταγγελτικούς, μηδὲ τὰς εἰκόνας τῆς ἀληθείας. ὁ μὲν γὰρ »νόμος« τῆς εἰκόνος ἐστὶ τύπος καὶ σκιά, τουτέστι τοῦ εὐαγγελίου, ἡ δὲ εἰκών, τὸ εὐαγγέλιον, αὐτῆς τῆς ἀληθείας. οἱ γὰρ παλαιότεροι καὶ ὁ νόμος τοὺς τῆς ἐκκλησίας προεξήγγειλαν ἡμῖν προφητεύοντες χαρακτῆρας, ἡ δὲ ἐκκλη- σία τοὺς τῶν καινῶν αἰώνων. ὅθεν ἡμεῖς οἱ τὸν εἰπόντα Χριστόν »ἐγώ εἰμι ἡ ἀλήθεια« δασάμενοι τὰς μὲν σκιὰς καὶ τοὺς τύπους ἴσμεν πεπαυμένους, ἐπὶ δὲ τὴν ἀλήθειαν σπεύδομεν ,τὰς ἀναργεῖς αὐτῆς εἰκόνας προκαταγγέλλοντες. ἐκ μέρους γάρ« ἔτι καὶ ὡς »δἰ ἐσόπτρου. »γινώσκομεν«, ἐπεὶ μηδέπω τὸ τέλειον‘ ἡκεν, ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ ἀνάστασις, εἰς ἡμᾶς, ὅτε »καταργηθήσεται τὸ ἐκ μέρους«. τότε γὰρ αἱ σκηναὶ πήγνυνται πάντων ἡμῶν, ὁπότε τῶν ὀστῶν συγκολλωμένων καὶ συμπηγνυμένων ταῖς σαρξὶν ἁνίσταται σῶμα. τότε τὴν ἡμέραν τῆς χαρᾶς ἑορτάζομεν κυρίῳ εἰλικρινῶς, ὁπότε τὰς σκηνὰς αἰωνίους ἀποληψόμεθα, οὐκέτι θνηξομένας ἢ λυθησομένας εἰς γῆν χώματος. ἠν γὰρ ἡμῶν καὶ πρόσθεν ἄπτωτος ἡ σκηνή· ἀλλὰ διὰ τὴν παράβασιν ἐσαλεύθη καὶ ἐκλίθη, τοῦ θεοῦ τὸ ἁμάρτημα λύσαντος θανάτῳ, ἴνα μὴ ἀθανάτως ἁμαρτωλὸς ὁ ἄνθρωπος ὤν, ζώσης ἐν αὐτῷ τῆς ἁμαρτίας, αἰωνίως κατάκριτος γενηθῇ. καὶ διὰ τοῦτο καὶ τέθνηκεν, οὐ γενόμενος θνητὸς ἢ φθαρτός καὶ διεκρίθη τῆς σαρκὸς ἡ ψυχή ,ἵνα νεκρωθῇ διὰ τοῦ θανάτου τὸ παράπτωμα, μηκέτι δυνάμενον ζῆν ἐν τῷ τεθνηκότι. Ὀθεν ἀποθανόντος τοῦ παραπτώματος καὶ διεφθαρμένου πάλιν ἀθάνατος ἀνίπταμαι, καὶ ὑμνῶ τὸν θεὸν τὸν διὰ θανάτου τὰ τέκνα ἐκ θανάτου σῴζοντα, καὶ ἑορτάζω νομίμως αὐτῷ, κοσμήσασα τὴν σκηνήν μου τὴν σάρκα τοῖς ἔργοις τοῖς καλοῖς, ὥσπερ κἀκεῖ ταῖς πενταφώτοις αἱ παρθένοι λαμπάσιν.