Ancient Greek · ~11 min
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 13
Not analysed yet
Καὶ περὶ μὲν ἐγκρατείας καὶ γάμων καὶ σωφροσύνης καὶ κοινωνίας ἀνδρῶν, καὶ ἐν τίνι τούτων τὸ ὠφέλιμόν ἐστιν εἰς δικαιοσύνης κατασκιυήνι σχεδὸν ἤδη μοι τέλος ἔχεν· περὶ δὲ εἰρῆσαθαι λείπεται λοιπόν, εἴ τι καὶ περὶ ταύτης ἄρα οὐκοῦν καὶ τούτων πέρι διαληπτέον. ἔχει γὰρ ὡδε· »περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἒχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν χειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὃτι καλὸν ἀνθρώπῳ οὓτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ λάβῃς, οὐχ ἣμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἤμαρτε· θλίψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομια. «λίαν εὐλαβῶς τὸν περὶ παρθενίας εἰσηγησάμενος λόγον καὶ μέλλων συμβουλεύειν γαμίζειν τὴν ἑαυτοῦ παρθένον ὃτῳ φίλον, ὅπως δὴ μηδὲν τῶν εἰς ἁγιασμὸν ἀναφερομένων κατ’ ἀνάγκην καὶ βίαν, ἀλλὰ κατὰ πρόθεσιν αὐτεξούσιον ψυχῆς (τοῦτο γὰρ πρόσφορον θῷ), οὐ βούλεται ἐξ αὐθεντίας αὐτῷ ταῦτα καὶ γνώμης λελέχθαι τοῦ κυρίου, τουτέστι τὸ γαμίζεσθαι τὴν παρθένον. ἀμέλει φήσας ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« σχεδὸν πάλιν ὑπευλαβηθεὶς ἀνετάραξε τὴν συγκαταθεσιν, κατὰ συγγνώμκκκκην ἀνθρωπίνην ὑπεμφαίνων ταῦτα συμβεβουλευκέναι, ἀλλ’ οὐ κατὰ θείαν. εὐθέως γοῦν μετὰ τὸ εἰπεῖν »καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« ἐπήγαγε τό »θλίψιν δὲ ἓξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομαι«, ὃ δή ἐστιν· ἐγὼ φειδόμενος ὑμῶν, ὦ οὗτοι, ταῦτα συνεθέμην, ἐπειδήπερ οὕτως αὐτοὶ φρονεῖν εἲλεσθε, ὂπως δὲ μὴ δόξω κατὰ βίαν ἐπισπέρχειν ὑμῶν εἰς τοῦτο καὶ καταναγκάζειν τινάς. ὅμως δὲ εἰ καὶ ταύτην φίλον ὑμῖν μᾶλλον τρέπεσθαι ἀποδυσπετήσαντας ἁγνείαν βασιτάσαι, καὶ οὕτως λυσιτελεῖν ἡγοῦμαι κρατεῖν ὐμᾶς τῶν τῆς σαρκὸς ἐρεθισμῶν, μὴ παραχρωμένους διὰ τὸ γεγεαμηκίναι τοῖς ἑαυτῶν σκεύεσιν εἰς ἀκαθαρσίαν. ἐπιφέρει γοῦν »τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς λοιπὸν συνεσταλμένος ἐστίν ,ἕνα καὶ οἱ ἒχοντες γυναῖκας ὡς μὴ ἒχοντες ὦσιν. «εἲτα αὐθις ἐπιμένων καὶ προκαλούμενος ἐπὶ τοῖς αὐτοῖς ἐπεξειργάσατο τὸν λόγον, ἰσχυρῶς κρατύνων τὴν ἒνστασιν τῆς παρθενίας. ῥητῶς γοῦν τὰ ἑξῆς ἐπισυνάψας τοῖς προειρημένοις ἐπεφώνησε »θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίω· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί. καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἂγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἳνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. α πᾶσι γὰρ ἀναμφισβητήτως ἐστὶ καταφανές, ὡς ἂρα μεριμνᾶν τὰ τοῦ κυρίου καὶ ἀρέσκειν τῷ κυρίῳ πολλῷ ἄμεινον τοῦ μεριμνᾶν ἐστι τὰ τοῦ κόσμου καὶ ἀρέσκειν τῇ γυναικί. τίς γὰρ οὓτως ἠλίθιος καὶ πηρὸς τὰς ὄφεις, ὃς οὐκ αὐτόθεν αἲσθεται τὴν παραίνεσιν τοῦ Παύλου τὸ πλέον ῥέπουσαν εἰς ἀγνείαν; »τοῦτο γάρ« φησί πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἴνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὒσχημον«.