Ancient Greek · ~11 min
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 12
Not analysed yet
Φέρε γὰρα αὐτὰ τὰ κείμενα διαγρήσωμεν ἐπιμελέστερον, ὅτι μὴ ἀπολελυμένως ὁ ἀπόστολος ἐπένευσε ταῦτα τοῖς πολλοῖς, ἀλλὰ προσθεὶς τὴν αἰτίαν πρότερον, δι᾿ ἢν εἰς τοῦτο παρήχθη. ἀποφηνάμενος γοῦν »καλὸν εἶναι ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι« παρήγαγε »διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα τουτέστι διὰ τὴν ἀνάγκην τῆς πορνείας, μὴ φέρετε κολάξειν τὴν ἡδονήν. »καὶ ἑκάστη γυνὴ τὸν ἴδιον ἂνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίοις δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰφςιου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἳνα σχολάζητε τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἴνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν«· τεθεωρημένως δ· ὲ σφόδρα καὶ τοῦτο. »κατὰ συγγνώμην« γὰρ ἐπεσημήνατο συμβεβουλευκέναι νῦν, καὶ οὐ κατ’ ἐπιταγήν«, ἐπειδὴ τὴν μὲν ἐπιταγὴν ἐπὶ τῆς σωφροσύνης καὶ τοῦ μὴ ἃπτεσθαι γυναικὸς παραλαμβάνει. τὴν δὲ συγγνώμην ἐπὶ τῶν μὴ δυναμένων, ὠς ἔφην. κολάζειν τὴν ἐπιθυμίαν. καὶ περὶ μὲν οὖν μονογάμων τε καὶ μονογαμίδων, ὡν ἡ συζυγία ἕως ἒτι καὶ αὖθις ταῦτα νομοθετεῖ· περὶ δὲ τῶν ἀποβαλομένων ἤδη <τὰς< γαμετὰς ἀνδρῶν ἢ τοὺς σύζυγας πάλιν αὐτὴν ἀκριβῶς ἐξιχνευτέον τοῦ ἀποστόλου τὴν φωνήν, ὅ τί ποτε χρησμῳδεῖ. »λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἐὰν οὕτως μείνωσιν, ὡς καὶ ἐγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γὰρ γαμῆσαι ἢ πυροῦσθαι. . ἐπέμεινε καὶ ἐνθάδε προκρίνων τὴν ἐγκράτειαν. ἑαυτὸν γὰρ παράδειγμα μέγιστον λαβὼν εἰς τὸ ζηλῶσαι τοὺς ἀκροατὰς προεκαλέσατο ταύτην τὴν ἔνστασιν, κρεῖττον εἶναι διδάξας τὸν ἐπὶ μιᾷ γαμετῇ συνεζευγμένον ἐφ᾿ ἑαυτῷ μένειν, ὣσπερ δὴ καὶ αὐτός. εἰ δ᾿ αὐ τοῦτο διὰ τὴν ἐκπύρωσιν καὶ τὴν ἀκμὴν τοῦ σώματος δυσκαόρθωτον εἴη τινί, εἰς δεύτερον κατὰ συγγνώμην παρελθεῖν τὸν οὕτως ἔχοντα γάμον, οὐκ αὐτὸ τοῦτο τὴν διγαμίαν ἀποφηνάμενος εἶναι καλόν, ἀλλ’ ἄμεινον κρίνας τῆς ἐκπυρώσεως. ὣσπερ γὰρ εἴ τις ἡμέρᾳ τοῦ πάσχα καὶ τῆς ἐῖσφαλῶς ἐπισφαλῶς νοσηλευομένῳ προσέφερε τροφὴν καὶ ἐκέλευε διὰ τὴν ἀσθένειαν ἀπογεύεσθαι τῶν προσφερομένων τούτων, λέγων· Ὡς ἄρα τὸ μὲν ἀληθῶς, ὦ οὗτος, καλὸν †ἐχρῆν ὣσπερ δὴ καὶ ἡμᾶς καὶ σὲ καρτερῶς διαμείναντα τῶν αὐτῶν . . μεταλαβεῖν (ἀπηγόρευται γὰρ σήμερον διαίτης ἐπιμνησθῆναι τὸ σύνολον)· ολον)· ἀλλ᾿ ἐπειδὴ νόσῳ προκατασχεθεὶς ἐξησθένησας καὶ οὐ δύνῃ φέρειν, ταύτῃ δὴ συγγνώμην ἀπονέμοντες συμβουλευόμεν σιτίων ἐπορέξασθαί σε. ἴνα μὴ παντάπασι διὰ τὴν νόσον οὐ δυνηθεὶς ἀντισχεῖν πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διαφθαρῇε· οὕτω δὴ καὶ ὁ ἀπόστολος ἐνθάδε, πρότερον εἰπὼν ὅτι βούλοιτο πάντας καὶ σώφρονας, ὥσπερ δὴ καὶ αὐτός, τὸ μετὰ ταῦτα τοῖς νόσῳ τῶν παθῶν, ἵνα μὴ πορνεύσαντες πάντῃ λυμανθῶσιν, τῶν παιδογόνων μελῶν τοῖς γαργαλισμοῖς εἰς ἐπιμιξίας ὀθνείων σπερμάτων, ἐπέτρεφε τὴν διγαμίαν, μᾶλλον κρεῖσσον αὐτὴν εἶναι κρίνας τοῦ »πυροῦσθαι« καὶ ἀσχημονεῖν.