Ancient Greek · ~7 min
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-2
Not analysed yet
Τοῦτο γὰρ ἴσως ᾐνίσσετο καὶ ἡ κατὰ τὸν ἐπιβληθεῖσα τῷ πρωτοπλάστῳ, προδιατυπουμένη τὴν ἐπὶ τῆς φιλοτησίας θέλξιν τοῦ ἀνδρός, ὁπότε διψήσας τέκνων ἐξισταται παιδογόνοις ἐκθηλυνόμενος καθ᾿ ὕπνον ἡδοναῖς, ἴνα πάλιν τι τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς ἀποσπασθὲν ἕτερος ἄνθρωπος, ὡς ἔφην, ἀναπληρωθῇ. ἐκταρασσομένης γὰρ ἀρτῆς ἁρμονίας τῶν ἐν τοῖς κατὰ τὴν συνουσίαν ἐρεισμοῖς, ὡς οἱ τετελεσμένοι τὴν γαμήλιον ἡμᾶς διδάσκουσι τελετήν, πᾶν τὸ μυελῶσες τοῦ αἳματος καὶ γονιμώτατον, ὅπερ ἐστὶν ὑγρὸν ὀστοῦν, ἐκ πάντων τῶν μελῶν, ἀφροποιῆσαν καὶ θρομβωθὲν διὰ τῶν παιδογόνων ὀργάνων εἰς τὴν ἒμψυχον τῆς θηλείας ἐξέσσυται γῆν. εἰκότως ἂρα ἕνεκεν τούτου καταλιπεῖν λέλεκται »τὸν πατέρα καὶ τὴν τότε πάντων ἀθρόως ἀμνημονήσας, ὅτε φιλοστόρηοις ἑνούμενος τῇ γυναικὶ συμπλοκαῖς κάτοχος ἐπιθυμίας γίνεται γεννητικῆς, παρέχων ἀφαιρεῖσθαι τῷ θείῳ τὴν πλευρὰν δημιουργῷ, ὃπως ἐξ υἱοῦ δὴ καὶ αὐτὸς ὁ πατὴρ πάλιν ἐκφανῇ. οὐκοῦν εἰσέτι πλάσσοντος καὶ νῦν δὴ τὸν ἄνθρωπον τοῦ θεοῦ, πῶς οὐ τολμηρὸν τὸ βδελύσσεσθαι παιδουργίαν, ἣν αὐτὸς οὐκ ἐπαισχύνεται ταῖς ἀμιάντοις ὁ ἐργαζόμενος χερσί; »πρὸ τοῦ« γάρ με πλάσαι σε ἐν κοιλίᾳ μητρός, ἐπίσταμαί δε« τῷ Ἱερεμίᾳ φησί· τῷ δὲ Ἰώβ »μὴ σὺ λαβὼν πηλὸν ἒπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἒθου« ἒφη »ἐπὶ τῆς γῆς; «καὶ ὁ Ἰὼβ δὲ πρὸς αὐτὸν εὐκτικῶς φέρεται λέγων τό »κἱ χεῖρές σου ἐποίησάν με καὶ ἒπλασάν με«. πῶς δὲ οὐκ ἄτοπον τὸ ἀπαγορεύεσθαι γάμων συναλλαγάς, προσδοκωμένων ἔτι καὶ μεθ’ ἡμᾶς ἔσεσθαι καὶ τῶν ἀντιτασσομένων τῷ πονηρῷ, δι᾿ οὓς δὴ καὶ τὰς τὰς ὁ λόγος ἐπηγγείλατο κολοβωθήσεσθαι; εἰ γὰρ φαῦλον, ὡς ἔφης, ἀπεντῦθεν νενόμισται τῷ θεῷ τὸ παιδοσπορεῖν, δι᾿ ἢν αἰτίαν οἱ παρὰ δόγμα φυόμενοι καὶ τὴν βουλὴν τὴν θείαν εὐάρεστοι δυνήσονται παραστῆναι τῷ δεῷ; ἀνάγκη γὰρ εἶναι κίβδηλον, ἀλλὰ μὴ θεοφιλὲς τὸ τεχθέν, εἰ παρὰ τὴν γνώμην καὶ τὸ διάταγμα δίκην παραχαράγματος πλάσσεται τῆς δυνάμεως, ἴνα δὴ καὶ ἀνθρώπους δύνασθαι δῶμεν ἀνθρωποπλαστεῖν;