Ancient Greek
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 1
Not analysed yet
Εἰπεῖν οὖν ἴφη τὴν Θεοφίλαν, ὂτι Δοκεῖ μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ καλῶς ἡ Μάρκελλα ὁρμήσασα ἐπὶ τὸν λόγον οὐχ ἱκανῶς ἐπλήρωσεν, ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ εἰς παρθενίαν ἐκ προβάσεως προκόψαι τὸν ἂνθρωπον, τοῦ θεοῦ παρορμήσατος αὐτὸν κατὰ καιρὸν καὶ καιρόν ,δοκεῖ μοι καλῶς διελέσθαι, τὸ δὲ μηκέτι χρῆναι λέγειν τοὐντεῦθεν τεκνογονεῖν οὐ καλῶς. ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν ὅτι παρθενίας ἐλθούσης ὁ λόγος οὐκ ἀνεῖλε πάντῃ τὴν τεκνογονίαν. οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρῖται. ἀρξώμεθα δὲ ἀπὸ τῆς Γενέσεως, ἴνα δὴ καὶ πρεσβεύωμεν μᾶλλον τὴν γραφήν. ἡ γὰρ ἀπόφασις τοῦ θεοῦ καὶ τὸ διάταγμα τὸ ἐπὶ τῆς παιδοποιίας ὁμολογουμένως μέχρι καὶ νῦν συμπληροῦται, πλάσσοντος τὸν ἄνθρωπον ἒτι τοῦ δημιουργοῦ. τοῦτο γὰρ καὶ παντὶ καταφανές, ὡς ἄρα τὸν κόσμον ἀκμὴν ἐργίζεται ζωγραφῶν ὁ θεός, ὣσπερ δὴ καὶ ὁ κύριος ἐδίδαξεν, »ἓως ἂρτι ὁ πατήρ μου ἐργάζεται« λέγων. ἀλλ’ ὁπόταν οἱ ποταμοὶ ἤδη λωφήσωσιν εἰς τὸ τῆς θαλάσσης ἐμβάλλοντες ἀγγεῖον, καὶ τὸ φῶς ετλείως χωρισθῇ τοῦ σκότους (νῦν γὰρ ἒτι διαχωρίζεται) καὶ τοὺς καρποὺς μετὰ τῶν ἑρπετῶν καὶ τετραπόδων ἀναδιδόναι παύσηται λοιπὸν ἡ ξηρά, καὶ ὁ προωρισμένος τῶν ἀνθρώπων ἀριθμὸς ἀναπληρωθῇ· τότε δὴ λοιπὸν καὶ τῆς παίδοποιίας ἀφεκτέον. νῶν γὰρ εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὸν ἄνθρωπον συνεστῶτος τοῦ κόσμου καὶ τεκταινμένου. »αὐξάνεσθε« γὰρ ἐλέχθη »καὶ πληθύνεσθε«. καὶ οὐ χρὴ τὸ διάταγμα βδελύττεσθαι τοῦ δημιουργοῦ, ἐξ οὑ δὴ καὶ αὐταὶ γεγόναμεν. ἀρχὴ γὰρ γενέσως ἀνθρώπων ἡ τοῦ σπέρματος εἰς τὰς αὓλακας τῆς μήτρας γίνεται καταβολή, ὃπως τὸ ἐκ τῶν ὀστέρων ὀστοῦν καὶ ἡ ἐκ τῆς σαρκὸς σαρξ ἕτερος ἄνθρωπος άοράτῳ ληφθέντα δυνάμει πάλιν ὑπὸ τεχνίτου δημιουργηθῶσι. ταύτῃ γὰρ ἐκείνην ἡγητέον πληροῦσθαι τὴν φωνήν τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκος μου«.