Ancient Greek · ~7 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-8
Not analysed yet
Οἱ γὰρ πτερορρυήσαντες καὶ πεσόντες εἰς τὰς ἡδονὰς οὐ πρότερον λήγουσι λύπης καὶ πόνων, ἔστ' ἂν τῇ τοῦ πάθους ἐπιθυμίᾳ τὴν ἀνάγκην ἐκπληροῦντες τῆς ἀκρασίας ἀμύητοι καὶ ἀτελεῖς τοῦ τῆς ἀληθείας ἀπομείνωσι δράματος, ἀντὶ τῆς μετ’ αἰδοῦς καὶ σωφροσύνης παιδοποιήσεως ἀγρίαις ἐρώτων λυττήσαντες ἡδοναῖς αἱ δὲ εὔπτεροι καὶ κοῦφαι εἰς τὸν ὑπερκόσμιον τόπον ὑπερκύψσαι τοῦ βίου καὶ ἰδοῦσαι μακρόθεν ἃ μὴ ἕτερος ἀνθρώπων ἐθεάσατο, τοὺς λειμῶνας αὐτοὺς τῆς ἀφθαρσίας, ἀμήχανα κάλλη καὶ ἄνθη φέροντας καὶ πεπληρωμένους, ἀεὶ πρὸς αὐτούς εἰσιν ,ἀναπολοῦσαι τὰ ἐκεῖ θεάματα, καὶ διὰ τοῦτο μικρὰ ἡγοῦνται τὰ ἐνταῦθα νομιζόμενα καλά, πλούτους καὶ δόξας καὶ γένη καὶ γάμους, καὶ οὐδὲν ἔτι ἐκείνων περὶ πλείονος ποιοῦνται. ἀλλὰ καὶ εἴ τις αὐτῶν θηρίοις ἢ πυρὶ τὰ σώματα βούλοιτο παραδιδόναι καὶ τιμωρεῖσθαι, ἑτοίμως ἔχουσι τῶν ἀλγηδόνων ἀφροντιστεῖν διὰ τὸν ἐκείνων πόθον καὶ τὴν ἐκείνων ἔκπληξιν, ὥστε δοκεῖν αὐτὰς καὶ ἐν κόσμῳ οὔσας μὴ εἶναι ἐν κόσμῳ, ἀλλὰ τῷ φρονήματι καὶ τῇ ὁρμῇ τῆς ἐπιθυμίας εἰς τὴν ἄγυριν ἤδη τῶν ἐν τοῖς οὐρανοῖς τυγχάνειν. οὐ γὰρ θέμις ἐπὶ γῆς βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν τῷ τῆς παρθενίας πτερῷ, ἀλλ ἄνω φέρειν εἰς καθαρὸν αἰθέρα καὶ τὸν τῶν ἀγγέλων γείτονα βίον. ὅθεν καὶ πρῶται τῶν ἄλλων μετὰ τὴν ἀνάκλησιν καὶ τὴν ἐντεῦθεν ἐκδημίαν αἱ ὀρθῶς καὶ πιστῶς παρθενεύσασαι τῷ Χριστῷ τὰ νικητήρια φέρονται τῶν ἄθλων, τοῖς τῆς ἀφθαρσίας ἄνθεσι στεφθεῖσαι πρὸς αὐτοῦ· ἅμα γὰρ τῷ καταλεῖψαι τὸν κόσμον τὰς ψυχὰς λόγος ταῖς παρθένοις ὑπαντῶντας ἀγγέλους μετὰ πολλῆς εὐφημίας εἰς τοὺς προειρημένους παραπέμπειν λειμῶνας αὐτάς, εἰς οὓς καὶ πρόσθεν ἐλθεῖν ἐγλίχοντο, μακρόθεν αὐτοὺς φαντασιωθεῖσαι τότε, ὁπότε ἔτι ἐπενδημοῦσαι τοῖς σώυμασιν ἰνδάλλοντο τὰ θεῖα.