Ancient Greek · ~6 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 1-6
Not analysed yet
Οὐκοῦν λέγωμεν δὴ πρῶτον, αὐτόθεν ἀπ' αὐτῆς ἀπαρξάμεναι τῆς ἐπωνυμίας, δἰ ἣν αἰτίαν ἐκλήθη παρθενία τοῦτο τὸ κορυφαιότατον καὶ μακάριον ἐπιτήδευμα, οἷόν τε ὂν τυγχάνειν καὶ δύναμιν ἣν ἔχει, καὶ εἰσύστερον, ὁποίους καρποὺς ἀποτελεῖ. κινδυνεύουσι γὰρ ὀλίγου ξύμπαντες αὐτὴν ἠγνονκέναι, καὶ μυρίων διαφέρουσαν τῶν ἄλλων τῆς ἀρετῆς πλεονεκτημάτων, ὁπόσα εἰς κάθαρσιν καὶ κόσμον διαπονούμεθα τῆς ψυχῆς. παρθεΐ γὰρ ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα καὶ τετελεςμένον αὐτῆς τὰς ἀφθόρους τελετὰς θεῷ παρεικάζουσα, οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν, ἡδονῆς καὶ λύπης ἀπῳκισμένον· <ῇ> τὸ τῆς ψυχῆς καταρδόμενον ἀληθῶς αὔξεταί τε καὶ κουφίζεται πτέρωμα, τῶν ἀνθρωπίνων ἐξίπτασθαι καθ’ ἡμέραν ἐθιζόμενον σπουδασμάτων. ἐπειδὴ γὰρ πανήγυριν τὸν βίον ἡμῶν σοφῶν παῖδες εἰρήκασιν εἶναι, ἡμᾶς δὲ τὸ δρᾶμα τῆς ἀληθείας τὴν δικαιοσύνην ἥκειν ὡς εἰς θέατρον ἐπιδειφομένους —ἀντιτεχνούντων ἡμῖν καὶ ἀνταγωνζομένων τοῦ διαβόλου καὶ τῶν δαιμόνων —,ἀνανεύοντας ἄνω δεῖ καὶ ἀνιπταμένους μετεωρίζεσθαι καὶ φεύγειν τὰ θέλγητρα τῆς καλλιφωνίας αὐτῶν καὶ τὰ σχήματα, ἔξωθεν φαντασίᾳ σωφροσύνης ἐπκκεχρωσμένα, ἢ τὰς Σειρῆνας μᾶλλον τὰς Ὁμηρικάς. κηλούμενοι γὰρ ταῖς ἡδοναῖς τῆς πλάνης πτερορρυοῦσι πολλοὶ καὶ βαρύνοται εἰς τὸν καθ’ ἡμᾶς ἥκοντες βίον, χαυνωθέντων αὐτοῖς καὶ χαλασθέντων τῶν τόνων, καθ' οὓς ἡ τῶν πτερῶν τῆς σωφροσύνης συγκρατεῖται φύσις, κουφίζουσα τὰ κάτω νεύοντα περὶ τὴν φθορὰν τῶν σωμάτων. ὅθεν, ὡ Ἀρετή, εἴτε . . [δι' ἑαυτὴν] εἴτε διὰ τὸ καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκας τὴν ἐπωνυμίαν, ἐπὶ λευκοτάτων ἀεὶ βαίνουσα φρενῶν, ἴθι μοι συναντιληψομένη τοῦ λόγου, ὃν αὐτὴ προσέταξας εἰπεῖν.