Ancient Greek · ~9 min
Λόγος ί. Δομνίνα.
Methodius, Symposium Sive Convivium Decem Virginum 3-10
Not analysed yet
Ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι· τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγιος ἐστίν, ὑφ' ὦν μὲν ῥάμνος καλούμενον, ὑφ' ὧν δὲ ἄγνος. καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρθενίᾳ πεφυκέναι, ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. ὅθεν καὶ τὸν Ἡλίαν, ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθέντα ἐνισχῦσαι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναῖκα τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁμνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χρι- στοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. τῶν γὰρ πρώτων ἀδυνατησάντων σῶσαι νουθετημάτων τὸν ἄνθρωπον, τῶν ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε καὶ τῶν ἐπὶ τοῦ Μωσέως, ἡ κατὰ τὸ εὐαγγέλιον ἔσωσε μόνη νομοθεσία πάντας. —ἡ γὰρ συκῆ ταύτῃ λέγεται μὴ βασιλεῦσαι —τῶν ξύλων τῶν ἀνθρώπων νοουμένων, συκῆς δὲ τῆς ἐντολῆς —,ἀνθ’ ὧν ὁ ἄνθρωπος μετὰ τὸ πεσεῖν ἤθελε πάλιν ὑπὸ τῆς ἀρετῆς βασιλεύεσθαι καὶ τῆς ἀφθαρσίας τοῦ παραδείσου τῆς τρυφῆς μὴ ἀποβληθῆναι, ἀλλ’ ἀπεκρούσθη παραβὰς καὶ ἀπεβλήθη μακρόν, ὡς μὴ δυνάμενος ὑπὸ τῆς ἀφθαρσίας ἔτι μηδὲ χωρῶν βασιλεύεσθαι. καὶ πρῶτον αὑτῷ τὸ κήρυγμα μετὰ τὴν παράβασιν πέμπεται τὸ διὰ Νῶε, ἵν' ἐὰν πρόσσχῃ κἂν σωθῆναι σωθῆναι τῆς ἁμαρτίας ἐσχύσῃ, ἀνάπαυσιν ἐπαγγελλόμενον τὴν ἀπὸ τῶν κακῶν καὶ εὐφροσύνην ,εἰ ἀσκήσαιεν αὐτὸ κατὰ κράτος, ὥσπερ καὶ τὸν οἶνον ἡ ἄμπελος ἐπαγγέλλεται γεννᾶν τοῖς ἀσκοῦσιν αὐτὴν καὶ ἐργαζομένοις. ἀλλὰ καὶ τοῦτο οὐΚ ἐβασίλευσε τὸ νομοθέτημα τῆς ἀνθρωπότητος, ὅτι μὴ ἐπείσθησαν αὐτῷ κηρυσσομένῳ σπουδαίως πρὸς τοῦ Νῶε. ἀλλὰ καὶ μετὰ τὸ συνίχεσθαι ἤδη καὶ πνίγεσθαι τοῖς ὕδασιν ἤρξαντο μετανοεῖν καὶ ἐπαγγέλλεσθαι παρέχειν ἑαυτοὺς πεισθησομένους ταῖς ἐντολαῖς. ὅθεν καὶ ὑπερηφανοῦνται βασιλεύεσθαι, τουτέστιν ὑπὸ τοῦ κηρύγματος ὑπερηφανοῦνται βοηθεῖσθαι τῆς ἐντολῆς, ἀνταποκρινομένου τοῦ πνεύ- ματος αὐτοῖς καὶ ὀνειίζοντος, οὄπερ κατέλειψαν οἱς ἐκέλευσεν ὁ θεὸς ἀνθρώποις, ὦ ἀτεράμονες, βοηθεῖν μὲν καὶ σῴζειν τούτους καὶ εὐφραί- νειν οἷον τὸν Νῶι καὶ τοὺς σὺν αὐτῷ· ἔλθω βοηθῆσαι τοῖς φρονήσεως ὑμῖν ἀκάρποις καἰ ξύλων ξηρῶν οὐδὲν ἀπεοικόσι, πρότερον μὴ πιστεύσασί μοι κηρύσσοντι φύξιν τῶν παρόντων;