Ancient Greek · ~4 min
Λόγος ί. Δομνίνα.
Methodius, Symposium Sive Convivium Decem Virginum 4-9
Not analysed yet
Καὶ δὴ καὶ τούτων οὕτως ἀπαξιωθέντων τῆς θείας κηδεμονίας καὶ πάλιν τῆς ἀνθρωπότητος εἰς πλάνην κεχυμένης αὐθις ὁ θεὸς ἀπέστειλε βασιλεύσοντα νόμον καὶ ὑπομνήσοντα δικαιοσύνην ἐπὶ Μωσέως. οἱ δὲ μακρὰν καὶ τούτῳ χαίρειν φράσαντες εἰς εἰδωλολατρείαν μετέστησαν. ὅθεν ὁ θεὸς εἰς ἀλληλοφονίας καὶ δρασμοὺς καὶ αἰχμαλωσίας παρέδωκε καὶ τούτους ἀποδοξήσαντος αὐτοὺς σᾠζειν τοῦ νόμου, οἳ μετὰ τὸ συνελαθῆναι τοῖς κακοῖς ποτνιώμενοι πάλιν ἀπηγγέλλοντο πειθαρχεῖν ταῖς ἐντολαῖς, μέχρις ὁ θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἥν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ γραφή· ἥτις καταναλώσασα τὰς ἡδονὰς καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες ἀνενδοιάστως καὶ ἐν ἀληθείᾳ προσέρχοιντο ,πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ κρίσιν καὶ πῦρ. καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. οὕτως ὠφελιμώτατον καὶ ἀρωγὸν κατεπέμφθη τοῖς ἀνθρώποις ἁγνεία· μόνης γὰρ αὐτῆς ἀντίμιμον οὐκ ἴσχυσεν ἐργάσασθαι πρὸς ἀπάτην ὁ διάβολος, ὥσπερ καὶ τῶν ἄλλων νομοθετημάτων.