Ancient Greek
Λόγος δ΄. θεοπάτρα.
Methodius, Symposium Sive Convivium Decem Virginum 3-4
Not analysed yet
Ἀλλὰ γὰρ ἵνα μὴ πα ρεκβαίνωμεν τοῦ προκειμένου, φέρε δὴ τὸν ψαλμὸν ἐν χερσὶν ἐξηγησώμεθα λαβοῦσαι τοῦτον, ὃν αἱ καθαραὶ καὶ ἀλώβητοι ψυχαὶ προσᾴδουσι τῷ θεῶ, »ἐπὶ τῶν ποταμῶν« λέγουσαι »Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκεῖ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν«· ὄργανα καλοῦσαι τὰ σκηνώματα σαφῶς ἀνεκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἀγνέίας ἐξάψασαι τοῦ Μου ἳνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας· Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσι ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα καθ’ ὃν ἐσμὲν ἐν τῷ κόσμῳ χρόνον, τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων ἀεί. διὸ καὶ περιδεεῖς ἐσμεν καὶ κατολοφυρόμεθα καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν θεόν, ἴνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἠδονῆς ἀπὸ τοῦ φυτοῦ ἦς ἠγνείας τὰ ὄργανα. ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάωουσιν αἱ θεῖαι γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς ἀποτριβέν, ἐὰν ποθῇ ,πᾶν ὃσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς κατασβέννυσιν, ἔστ᾿ ἂν εἰς ἄρδην ἀποστειρώσῃ καὶ ἄγονον πᾶσαν τὴν ἐπὶ παιδοποιίαν φοράν· ὥσπερ δὴ καὶ Ὃμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. καὶ ἐν Ἠσαΐᾳ δὲ οἱ δίκαιοι ὡς ἰτέα λέγονται φύειν ἐπὶ παραρρέον ὕδωρ. εἰς ὕφος γὰρ τότε τὸ τῆς παρθενίας ἔργος μεγεθύνεται σφοδρῶς τε καὶ ὁπόταν ὁ δίκαιος καὶ ἐγκεχειρισμένος τηρεῖν αὐτὴν καὶ ἐργάζεσθαι τοῖς ἠπιωτάτοις τοῦ Χριστοῦ νάμασιν ἀρδεύῃ, σοφίᾳ καταψεκάζων. ὃν γὰρ τρόπον τὸ δένδρον τοῦτο χλοηφορεῖν πέφυκεν ὕδατι καὶ βλαστάνειν, οὕτως ἐπανθεῖν ἀεὶ καὶ ἐπακμάζειν πιαινομένη λόγοις πέφυκεν ἡ παρθενία, ἵνα δὴ καὶ ἀνακρεμάσαι τὸ ὄργανον ἀπ αὐτῆς ἑαυτοῦ δύνηταί τις.