Ancient Greek
Λόγος δ΄. θεοπάτρα.
Methodius, Symposium Sive Convivium Decem Virginum 4-4
Not analysed yet
Εἰ οὐν οἱ ποταμοὶ τῆς Βαβυλῶνος τὰ ἑρύματα τῆς ἠδυπαθείας εἰσίν ,ὡς οἱ σοφοί φασι, τὰ συγχύνοντα καὶ ταράσσοντα τὴν ψυχήν, ἀνάγκη τὰς ἰτέας εἶναι τὴν σωφροσύνην, ἀφ᾿ ἡς ἀνακρεμῶντες ἀνέλκομεν τὰ ὅργανα τὰ παιδογόνα ταλαντούμενα κάτω καὶ βρίθοντα τὸν νοῦν, ἴνα μὴ κατενεχθέντα περὶ τοὺς ὀχετοὺς τῆς ἀκρασίας σκωλήκων δίκην εἰς τοὺς ἰχῶρας ἐγχρίμπτωνται καὶ τὰς σηπεδόνας. χρησιμωτάτην γὰρ καὶ ἐπίκουρον εἰς ἀφθαρσίας κτῆσιν τὴν παρθενίαν ὁ θεὸς ἐδωρήσατο, σύμμαχον ἀποστείλας τοῖς ὀριγνωμένοις καὶ ποθοῦσι, καθῶς ὁ ψαλμῳδὸς ὑφηγεῖται, τὴν Σιών, ὃ δή ἐστι τὴν ἔκλαμπρον ἀγάπην τὴν περὶ αὐτῆς ἐντολήν, ἐπειδήπερ ἡ Σιὼν ἐντολὴ σκοπιᾶς ἑρμηνεύεται. —ὧδε γὰρ ἀναλογισώμεθα πάλιν καὶ τὰ ἑξῆς. τί δή ποτε ἐπηρωτῆσθαι πρὸς τῶν αἰχμαλωτιστῶν ὁμολογοῦσιν αἱ ψυχαὶ τὴν ᾠδὴν ἐπὶ γῆς ἀλλοτρίας ᾆσαι κυρίου ἢ πάντως, ὃτι τὸ εὐαγγέλιον ἰερὰν ᾠδὴν εἶναι καὶ ἀπόρρητον διδάσκουσιν, ἣν οἱ ἁμαρτάνοντες καὶ μοιχώμενοι τῷ πονηρῷ προσᾴδουσιν; ἐξέρχονται γὰρ τὰς ἐντολάς, τὸ θέλημα »τῶν πνευματικῶν« τελοῦντες »τῆς πονηρίας«, καὶ ῥίπτουσι »τὰ ἃγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἒμπροσθεν τῶν χοίρων«, ὅν τρόπον τρόπον κἀκεῖνοι περὶ ὠν ὁ δυσχεραίνων φησί· »καὶ ἀνέγνωσαν ἔξω νόμον. . οὐ γὰρ ὅτι πυλῶν ἔξω τῆς Ἱερουσαλὴμ ἢ ταῖν οἰκιῶν ἀνεγέιννσκον ἐξιόντες Ἰουδαῖοι τὸν νόμον, διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἰσχυρῶς αὐτῶν κατηγορεῖ καὶ ὑπευθύνους ἐγκλήματι βοᾷ γεγονέναι, ἀλλ’ ὅτι τὰς ἐντολὰς καὶ ἀσεβοῦντες εἰς τὸν θεὸν ἐπιμεμορφασμένως μὲν ἀνεγίωσκον δῆθεν ὡς εὐσεβεῖς τὰ προστάγματα, κατὰ ψυχὴν δὲ οὐκ ἐδέχοντο μετὰ πίστεως ἴσχοντες, ἀλλ’ ἀπέπτυον »ἔργοις ἐντεῦθεν γὰρ τὴν ᾠδὴν ἐπὶ γῆς ἀλλοτρίας ᾂδουσι κυρίου, ταπεινότερον περιέλκοντες καὶ ἐξηγούμενοι τὸν νόμον, βασιλείαν αἰσθητὴν προσδοκῶντες, καὶ ἐπὶ γῆς ταύτης τῆς αλλοτρίας, ἣν παρελεύσεσθαι λόγος, τιθέμενοι τὰς ἐλπίδας, ἒνθα οἱ αἰχμαλωτίζοντες δελεάζουσιν ἡδοναῖς λοχῶντες πρὸς ἀπάτην.