Ancient Greek · ~5 min
Λόγος έ. Θάλλουσα.
Methodius, Symposium Sive Convivium Decem Virginum 3-5
Not analysed yet
Διὸ προσῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν λύχνον, καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῇ σωφροσύνῃ ,ἐγρηγορέναι καὶ προσδοκᾶν ἀεὶ τὸν κύριον ,ἵνα, κἄν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ παραλαβεῖν ἡμῶν τινας βουληθῇ, κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ, ἐλθὼν καὶ εὑρὼν ἐτοιμοτάτους καὶ ἄ προσέταξεν ἐργαζο- μένους, ἀνακλίνῃ εἰς Ἀβραὰρ κόλπους καὶ Ἰσαὰκ καὶ Ἰακώβ. καὶ Ἱερεμίας δέ »ἀγαθόν« φησίν »ἀνδερί, ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐν νεότητι αὐτοῦ‘ καὶ »ἀπὸ τοῦ κυρίου« οὐ μὴ »ἀποστῇ ἡ ψυχὴ αὐτοῦ. . ἀγαθὸν γὰρ ἐκ παίδων ὠς ἀληθῶς ὑποθέντα τὸν αὐχένα τῇ θείᾳ προσοχῇ μὴ ἀποσείσασθαι μέχρι γἠρως τὸν ἐπιβάτην καθαραῖς φρεσὶν ἐποχούμενον, άεὶ τὸν λογισμὸν εἰς τὰ χεἰρω καθέλκοντος τοῦ πονηροῦ. τίς γὰρ οὐ τὰς δι’ ὀμμάτων, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται, τὸν ἡνίοχον μὴ φέρων, σωφροσύνην εἴργουσαν καὶ καθαιμάττουσαν τὸν ἵππον τῆς κακίας; ἕτερος ἔν οὖν εἰς ἔτερα ἐπιβλέψας ἄλλα δοξάσει, ἡμεῖς δὲ ἀνατιθέναι λέγομεν τελείως ἑαυτὸν τῷ θεῷ, ὅς καὶ τὴν σάρκα ἄχραντον ἐκ παίδων φιλοτιμεῖται φυλάττειν, παρθενίαν ἀσκῶν. περισπουδάστους γὰρ καὶ μεγάλας ἐλπίδων δωρεὰς τοῖς ἐφιεμένοις αὐτῆς ταχέως φέρει, τὰ λυμαντήρια τῆς ψυχῆς ἀπομαρίνουσα πάθη καὶ ὑπεκκαύματα. —φέρε γὰρ εἰσηγήσωμαι, πῶς ἀνακείμεθα τῷ κυρίῳ.