Ancient Greek · ~10 min
Λόγος έ. Θάλλουσα.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-5
Not analysed yet
Ἐπιχειρητέον γὰρ άληθεῖ λόγῳ πρὸς ὑμᾶς, ὦ παρθένοι, τὴν κατὰ τὸ πνεῦμα διάνοιαν δηλῶσαι τῆς γραφῆς. ὁ γὰρ κατά τι μόριον φυλασσόμενος καὶ προσέχων, κατά τι δὲ περισπώμενος καὶ πλημμελῶν ὃλος οὐκ ἀνάκειται θεῷ· χρῆν γὰρ τὸν τέλειον πάντα ἀναθεῖναι καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τῆς σαρκός ὃπως ἂρτιος εἲη καὶ μὴ ελλιπής, ταύτῃ γὰρ δὴ καὶ τῷ Ἀβραὰμ ὁ θεὸς ὑφγηεῖται, λάβε μοι« λέγων »δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα καὶ περιστεράν«, ὃ ἐστιν εὐφήμως ἐπίστησον γὰρ ὅτι περὶ τούτων κἀκεῖνο παρεγγυᾷ)· προσένεγκέ μοι καὶ φύλαξον ἂζυγα καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἳνα μηδαμῶς ἀποσκιρτήσας ἐκπέσῃ καὶ ἐξολισθήσῃ τῆς ἀληθείας· οὓτω γὰρ ἐντελὴς ἴον καὶ ἀνεπίληπτος, ὦ Ἀβραάμ, ἀναθεὶς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἲσθησιν καὶ τὸν νοῦν· ἃ συμβολικῶς δάμαλιν ἴφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς τριάδος ἐπανῃρημένα. τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον ,βουλόμενος, ὡς ἒνι μάλιστα, καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι. καθ᾿ ὃν τρόπον καὶ ὁ κύριος ἡμῶν ἐν εὐαγγελίοις παρακελεύεται Ἰησοῦς Χριστός, ὡδε νομοθετῶν· οἱ λύχνοι ὑμῶν‘« μὴ σβεννύσθωσαν, καὶ »αἱ ὀσφύες ὑμῶν μὴ λυέσθωσαν. διὰ τοῦτο καὶ ὐμεῖς ὃμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἳνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι. μακάριοί ἐστε, ὁτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακλονήσει· κἂν τῇ κἂν τῇ τρίτῃ, μακάριοί ἐστε. ‘ἐπισκέψασθε γὰρ ὄτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἑαυτοῦ παρουσίας, ὦ παρθένοι, τὰς τρεῖς ἡμῶν τῆς ἡλικίας ᾐνἰξατο μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος, ἴνα κἂν τὴν πρώτην ἄγοντας ἡλικίαν, τουτέστι παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος <ἐκ> τοῦ κόσμου, ἑτοίμους καὶ καθαρούς, μηδὲν ἐπιτετηδευκότας σκαιόν, κὰν τὴν δευτέραν ὁμοίως, κἂν τὴν τρίτην. ἐσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ ἀνθρώπου καὶ ἡ νεότης, καθ’ ἢν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονικόν, ἐπιθολούμενον ταῖς ἐξαλλαγαῖς τοῦ βίου, ἡβώσης αὐτοῦ τῆς σαρκὸς ἤδη καὶ τρεπομένης εἰς πάθη. δευτέρα δέ, ὁπηνίκα λοιπὸν »εἰς ἄνδρα τέλειον« ἐλάσας ἄρχεται στάσιν καὶ βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν καὶ τῆς οἰήσεως. τρίτη δέ ὅτε αἱ πλεῖσται φαντασίαι φθίνουσι τῶν ἐπιθυμιῶν, ἀπομαραινομένης ἤδη τῆς σαρκὸς κα) εἰς γῆρας προκοπτούσης.