Ancient Greek · ~5 min
Λόγος α΄. Μάρκελλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 4
Not analysed yet
Περὶ μὲν οὖν τῶν καιρῶν τῆς ἀνθρωπότητος, ὃπως ἀρξαμένη ἀπὸ τῆς ἀδελφομιξίας ὥδευσεν ἐπὶ τὴν ἐγκράτειαν, εἴρηται· τῆς παρθενίας λίπεται. ὅσον οὖν δυνατόν, πειρατέον φράσαι. πρῶτον ἐξεταστέον, δι᾿ ἣν αἰτίαν πολλῶν προφητῶν καὶ δικαίων πολλὰ καὶ καλὰ διδαξάντων καὶ ἐργασαμένων παρθενίαν οὐδεὶς οὓτε ἐνεκωμίασεν οὔτε εἳλετο. μόνῳ γὰρ ἄρα ἐφυλάσσετο τοῦτο πρεσβεῦσαι τὸ μάθημα τῷ κυρίῳ, ἐπεὶ καὶ μόνος παρελθὼν ἄνθρωπον ἐδιδαξε χωρεῖν εἰς θεόν. »ἒπρεπε γὰρ« τῷ ἀρχιερεῖ καὶ ἀρχιπροφήτῃ καὶ ἀρχαγγέλῳ τούτῳ καὶ ἀρχιπαρθένῳ προσαγορευθῆναι. τὸ δὲ παλαιὸν οὐδέπω τέλειος ὁ ἂνθρωπος ἦν, καὶ διὰ τοῦτο τὸ τέλειον οὐδέπω χωρῆσαι, τὴν παρθενίαν, ἲσχυεν. ἒτι γὰρ ἒχρῃζε, »κατ᾿ εἰκόνα« θεοῦ γεγονώς, καὶ τὸ »καθ᾿ ὁμοίωσιν‘« ἀπολαβεῖν· ὃπερ τελεσιουργῆσαι καταπεμφθεὶς ὁ λόγος εἰς τὸν κόσμον, τὴν ἡμετέραν μορφὴν πρό- τερον ἀνέλαβε πολλοῖς ἁμαρτήμασι κατεστιγμένην, ἵνα δὴ τὴν ἡμεις, δι’ οὓς αὐτὸς ἐφόρεσε, πάλιν χωρῆσαι δυνηθῶμεν. καθ’ ὁμοίωσιν γὰρ ἀκριθβθῆναι τότε πάρεστι θεοῦ, ὁπότε δὴ τοὺς αὐτοὺς αὐτῷ χαρακτῆρα τῆς κατὰ ὒνθρωπον πολιτείας ζωγράφων δίκην ἐπιστημόνων ἐν ἑαυτοῖς <ὥσπερ> σανίσιν ἐντυπωσάμενοι ἀσινεῖς ἣν αὐτὸς ἐφανέρωσε μαθητεύοντες τρίβον. ταύτῃ γὰρ ᾐρετίσατο τὴν ἀνθρωπίνην ἐνδύσασθαι σάρκα θεὸς ὤν, ὅπως ὥσπερ ἐν πίνακι θεῖον ἐκτύπωμα βίου βλέποντες ἒχωμεν καὶ ἡμεῖς τὸν γράψαντα μιμεῖσθαι. οὐ γὰρ ἓτερα φρονῶν ἒτερα ἐποίει· οὐδὲ μὴν ἕτερα νομίζων εἶναι τὰ καλὰ ἐδίδασκεν ἓτερα· ἀλλ’ ἃπερ ἦν ἀληθῶς ὠφέλιμα καὶ καλά, ταῦτα καὶ ἐδίδασκε καὶ ἐποίει.