Ancient Greek
Λόγος α΄. Μάρκελλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 5
Not analysed yet
Τί οὖν ὁ κύριος, ἡ ἀλήθέια, τὸ φῶς, εἰς τὸν κόσμον ἐπραγματεύσατο κατελθών; ἂφθορον ἐφύλαξεν ἐν παρθενίᾳ τὴν σάρκα κοσμήσας. καὶ ἡμεῖς ἂρα, εἰ μέλλοιμεν »καθ᾿ ὁμοίωσιν« ἒσεσθαι θεοῦ, τοῦ χριστοῦ φιλοτιμώμεθα τὴν παρθενίαν τιμᾶν· ὁμοίωσις γὰρ θεῷ φθορᾶς ἀποφυγή. ὅτι· δὲ καὶ ἀρχιπάρθενος, ὃν τρόπον καὶ ἀρχιποιμὴν καὶ ἀρχιπροφήτης, γέγονεν ὁ λόγος ἐνανθρωπήσας τῆς ἐκκλησίας, καὶ ὁ χριστόληπτος ἡμῖν παρίστησιν ἐν βίβλῳ τῆς Ἀπακαλύψεως Ἰωάννης λέγων καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὂνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἢκουσα φωνὴν ἐκ του οὐρανοῦ ὣς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἢδουσα, ὡς φωνὴ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾂδουσι ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαιεῖμ τὴν ᾠδήν, εἰ μὴ αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἡγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐχ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθήσαντες Τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ«, τοῦ χοροῦ τῶν παρθένων ἐξάρχοντα δεικνύων τὸν κύριον. ἐπίστησον δὲ πρὸς τούτοις, ὃπως τὸ ἀξίωμα τῆς παρθενίας μέγιστον παρὰ τῷ θεῷ. »οὑτοι ἠγοράσθησαν ἀπὸ τῶι ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοί εἰσιν· ἀκολουθοῦσι« φησί »τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ«. σαφῶς ἡμᾶς καὶ ἐντεῦθεν διδάσκειν βούλεται, ὃτι ἐν ἀριθμῷ τοσούτῳ, τουτέστιν ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρσι χιλιάσιν, ἀπάνωθεν τὸ πλῆθος περιώριστο τῶν παρθένων, τῶν ἄλλων ἁγίων εἰς πλῆθος ἀόριστον ὁχλιζομένων. τί γὰρ παρεγγυᾷ καὶ περὶ τῶν λοιπῶν διαλεγόμενος, προσεκτέον· »καὶ εἶδον ἀπὸ πάσης λγώττης καὶ φυλῆς καὶ παντὸς ἒθνους πλῆθος πολύ, ὃ ἀριθμῆσαι αὐτὸ οὐδεὶς ἠδύνατο«. οὐκοῦν συνέστηκεν, ὡς ἒφην, ἐπὶ μὲν τῶν ἄλλων ἁγίων αὐτὸν πληθὺν ἂφατον εἰσάγειν, ἐπὶ δὲ τῶν ἐν παρθενίᾳ βραχύτατον ἀριθμόν, ὡς πρὸς σύγκρισιν τῶν εἰς ἀναρίθμητον πλῆθος συντελούντων. Οὗτος, ὦ Ἀρετή, ὁ παρ᾿ ἐμοῦ σοι περὶ παρθενίας, ἒφη, λόγος εἰ δέ τι παρέλιπον, ἀναπληρούτω διαδεξαμένη με Θεοφίλα.