Ancient Greek
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 4-2
Not analysed yet
Καὶ ἡ Θεοφίλα ὑπὸ γενναίου ὥσπερ ληφθεῖσα τῶν μέσων ἀνταγωνιστοῦ ἐσκο τοδινίασε, καὶ μάλα μόλις ἀναπνεύσασα ἴφη· Ἐρωτᾷς ἐρώτημα διὰ παραδείγματος, ὦ μακαρία, χρῇζον ἀποδειχθῆναι, ἵν ἒτι μᾶλλον Ἴδῃς ὡς διὰ πάντων ἡ ποιητικὴ δύναμις διοικοῦσα τοῦ πλέον εἰς τὴν τῶν ἀνθρώπων γένεσιν αὐτουργεῖ, αὒξουσα τὰ εἰς γὀνιμον φυτευόμενα γῆν. οὐ γἀρ τὸ σπειρόμενον αἰτιατέον, ἀλλὰ τὸν εἰς ἀλλοτρίαν ἄρουραν κλεψιγάμοις εὐναῖς, οἱα μισθωτὸν ὀλίγης ἡδονῆς, τὴν ἰδίαν ἀναισχύντως πιπράσκοντα σποράν. ἀπείκασον γὰρ τοιούτῳ τινὶ τὴν ἡμετέραν γέννεσιν εἰς τὸν βίον, οἱον οἴκῳ παρακειμένην ἔχοντι τὴν εἲσοδον ὂρεσιν ὑψηλοῖς· διήκειν δὲ τὸν ἐπὶ πολὺ κάτω μέχρι μακρὰν τῆς εἰσόδου, ἒχοντα πολλὰς ὀπὰς ἐκ τῶν ὀπίσω καὶ περιφερῆ κατὰ τοῦτο τὸ μέρος γεγονότα. Ἀπεικάζω, ἒφη ἡ Μάρκελλα. Οὐκοῦν ὑπόλαβε ἔνδον καθεζόμενον ἐργάζεσθαι πλάστην ἀνδριάντας῾ τούτῳ δ᾿ αὐ τὴν ὕλην τοῦ πηλοῦ διὰ τῶν ὀπῶν ἔξωθεν νόησον ὑπὸ πολλῶν ἀνθρώπων ἀνενδεῶς χορηγείσθαι, οὐδενὸς αὐτῶν ὁρῶντος τὸν τεχνίτην. δὸς δὲ κεκαλύφθαι τὸν οἶκον ὁμίκλῃ καὶ νεφέλαις καὶ μηδὲν αὐτοῖς ἒξωθεν εἶναι καταφανὲς ἢ μόνας τὰς ὀπάς. Δεδόσθω, ἔφη, κω τοῦτο. Εχειν τε ἓκαστον αὐτῶν τῶν συμπονούντων εἰς τὴν τοῦ πηλοῦ συγκομιδὴν ἀπονενεμημένην αὐτῷ μίαν ὀπήν ,εἰς ἣν μόνην αὐτὸν φέροντα τὴν ἰδίαν ὕλην ἀποτίθεσθαι, μὴ ἁπτόμενον ἑτέρας. εἰ δ’ αὐ περιέργως ἀνοιγνύναι τὴν ἑτέρῳ κεκληρωμένην ἐπιχειροίη, πῦρ αὐτῷ καὶ μάστιγας ἀπειλητέον. †οὐκοῦν τὸ μετὰ ταῦτα λοιπὸν δὴ θεώρησον, ἒσωθεν τὸν πλάστην περιερχόμενον τὰς ὀπὰς καὶ τὸν εὑρισκόμενον ἐν ἑκάτστῃ πηλὸν κατ᾿ ἰδίαν λαμβάνοντα πλάττειν, καὶ μηνῶν περιόδοις ἀποπλάσαντα πάλιν ἀποδιδόναι τοῖς ἔξω διὰ τῆς αὐτῆς τὸν πλάστην ὀπῆς, ἔχοντα τοιαύτην ἐντολήν, πάντα τὸν δυνάμνον δημιουργηθῆναι πηλὸν ἀδιαφόρως ἐργάσζεσθαι, κἂν εἰς ἀλλοτρίαν ὑπό τινος εἰσοχετεύηται κακοτρόπως ὀπήν (οὐδὲν ἠδικηκέναι τὴν ὕλην· διὸ ὡς ἀναιτίαν μὲν δὴ χρῆναι πλάττεσθαι καὶ μορφοῦσθαι) ,τὸν δὲ παρὰ τὸ διάταγμα καὶ τὴν ἐντολὴν εἰς ἀλλοτρίαν αὐτὴν ἀποτιθέμενον ὀπήν, τοῦτον ὡς ἀλάστορά τε καὶ παραβάτην τιμωρεῖσθαι. οὐ γὰρ τὸν πηλὸν αἰτιατέον, ἀλλ᾿ ἐκεῖνον τὸν παρὰ τὸ ὅσιον τοῦτο πεποιηκότα· ἀκρασίας γὰρ χάριν εἰς ἀλλοτρίαν ἀποκομίσας ὀπὴν ἀπέθετο λαθραίως ἢ βίᾳ. Ἀληθέστατα λέγεις.