Ancient Greek · ~8 min
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 5-2
Not analysed yet
Οὐκοῦν λοιπὸν δὴ καιρὸς τούτων ἤδη προδιηνυσμένων ταύτην σε πᾶσαν προσάπτειν, ὠ σοφωτάτη, τὴν εἰκόνα τοῖς ἢδη ἒμπροσθεν εἰρημένοις, τὸν μὲν οἰκον ἀφομοιοῦσαν τῇ ἀοράτῳ τῆς γενέσεως ἡμῶν φύσει, τὴν δὲ προσκειμένην εἲσοδον τοῖς ὅρεσι τῇ ἀπὸ οὐρανῶν εἰς τὰ σώματα καταβάσει καὶ παραπομπῇ τῶν ψυχῶν, τὰς δὲ ὀπὰς τῷ θηλυκῷ καὶ γυναικείῳ γένει, τὸν δὲ πλάστην τῇ ποιητικῇ δυνάμει τοῦ θεοῦ, ἥτις ἐπικαλύμματι τῆς γενέσεως ἡμῶν ὡς ἒφην τῇ φύσει χρωμένη ἒνδον ἡμᾶς ἀοράτως ἀνθρωποπλαστεῖ, τὰ ἐνδύματα ταῖς ψυχαῖς ἐργαζομένη. τοὺς δὲ κομίζοντας τὴν ὕλην πηλοῦ τῷ ἀνδρείῳ καὶ ἀρρενικῷ παραβλητέον, ὁπότε διψήσαντες τέκνων εἰς τοὺς κατὰ φύσιν τῆς θηλείας φερόμενοι πόρους ἐγκαταβάλλουσι τὴν σποράν, ὥσπερ κἀκεῖ τὸν πηλὸν εἰς τὰς ὀπάς. θείας γάρ, ὡς ἔπος μοίρας τῆς δημιουργικῆς τὸ σπέρμα μεταλαμβάνον οὐκ αὐτὸ αἲτιον νομιστέον εἶναι τῶν τῆς ἀκολασίας ὑπεκκαυμάτων. ἡ μὲν γὰρ τέχνη τὴν ὑποκειμένην ὓλην ἀεὶ τεκταίνεται· οὐδὲν γὰρ αὐτό τι καθ’ ἑαυτὸ τῶν πραγμάτων ἡγητέον εἶναι κακόν, ἀλλὰ παρὰ τὴν πρᾶξιν ταῖν χρωμένων τοιοῦτο γίνεσθαι. κοσμίως μὶν γὰρ πραττόμενον καὶ σωφρόνως κόσμιον ἀπέβη, αἰσχρώς δὲ καὶ ἀσχημόνως αἰσχρόν. τί γὰρ ἠδίκησε σίδηρος γεωρικῆς χάριν καὶ τεχνῶν εὑρεθεὶς τοὺς εἰς ἀλληλοφόνους θήξαντας αὐτὸν μάχας; τί δὲ χρυσὸς ἢ ἄργυρος ἢ χαλκὸς καὶ συλλήβδην ἡ εὐέργαστος πᾶσα γῆ τοὺς πλημμελοῦντας ἀχαρίστως εἰς τὸν σφέτερον δημιουργὸν ἐν τῷ προστρέπεσθαι τὰ ἀπ᾿ αὐτῶν ποικιλλόμενα βρέτη; κἂν γὰρ ἀπὸ κλεψιμαίων τῇ ὑφαντικῇ παρέχοιτό τις ἔρια τέχνῃ, πρὸς ἓν τοῦτο ἡ τέχνη δημιουργεῖ τὴν ὑποκειμένην ὓλην, εἰ δέξεται τὴν κατασκευήν, οὐδὲν ἀποβαλλομένην τῶν ἑαυτῇ χρησίμων, ἐπεὶ μηδὲ αἲτιόν ἐστιν ἐνταῦθα τὸ κλαπέν, ἄψυχον ὄν. διὸ δὴ αὐτὸ μὲν καὶ κοσμητέον. τὸν δὲ ὑφελόμενον ἀδίκῳ φωρᾷ τιμωρητέον. ἀτὰρ δὴ καὶ τοὺς δηλήμονας τῶν γάμων καὶ διαρρήκτας τῆς εὐαρμοστίας τοῦ βίου, τῶν χορδῶν φέγ,αόμπμτας οἴστρῳ καὶ τὴν ὅρεξιν εἰς μοιχείαν ἐκκαλουμένους, αὐτοὺς μὲν βασανιστέον καὶ τιμωρητέον· ἀπ᾿ ἀλλοτρίων γὰρ κήπων τὰς παιδογόνους λυμαίνονται κλέπτοντες συμπλοκάς· τὴν δὲ σποράν, ὣσπερ δὴ κἀκεῖ τὰ ἒρια, μορφωτέον καὶ ἐμωυχωτἐον.