Ancient Greek · ~11 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 4-8
Not analysed yet
Νῦν οὐν, ὡ παρθενοι, σωφροσύνης ἀχράντου θυγατέρες, ὑπὲρ ζωῆς ἡμῖν ἀφθόνου καὶ βασιλείας οὐρανῶν ἡ σπουδή. εἰς τὴν αὐτὴν δόζαν τῆς ἁγνείας καὶ ὑπεῖς προθύμως ταῖς πρὸ ὑμῶν συμφρονήσατε, ὀλίγα φροντίσασαι <τοῦ> βίου· οὐ γὰρ μικρὸν εἰς ἀφθαρσίας ἁγνεία, ἀνωφερῆ τὴν σάρκα πρὸς ὕψος αἴρουσα καὶ τὸ κάθυγρον αὐτῆς ἀναξηραίνουσα καὶ πηλῶδες βάρος ὁλκῇ μείζονι. Με βριθέτω τῆς ἀκοῆς ὁ ῥύπος ῥέπων εἰς τὴν γῆν, μηδὲ μετα κασμείτω λύπη τὴν χαράν, ἐκτήκουσα τὰς ἐπὶ τοῖς κρείττοσιν ἐλπίδας· ἀλλὰ ἀτρύχως αποσείεσθε τὰς ἐπισυμβαινούσας ὑμῖν συμφοράς, μὴ θολοῦσαι γόοις τὸν λογισμόν. νικάτω γὰρ ἡ πίστις πάντη, καὶ ἀπωθείσθω τὸ φῶς ἀυτῆς τὰ φερόμενα τοῦ πονηροῦ περὶ τὴν καρφίαν φάσματα. ὥσπερ γὰρ ὁπόταν ἡ σελήνη τὸν οὐρανὸν αἴγλης ἐκλάμψασα πληρώσῃ καὶ πᾶς ὁ ἀὴρ αἴθριος γτενηθῇ, ἄφνω δὲ νεφέλαι ποθὲν ἐκ δυσμῶν ὑποδραμοῦσαι βάσκανοι πρὸς ὀλίγον τὸ φῶς αὐτῆς ἐπισκιάζουσιν, οὐ μὴν ἀφαιμροῦνται, ἅτε εὐθέως τῇ ῥύμῃ τοῦ πενύματος ἐξωθόυμεναι· οὕτω δὴ καὶ ὑμεῖς ἐν τῷ κόσμῳ λάμπουσαι τὴν ἁγνείαν, ὑπὸ θλίψεων ὀχληθεῖσαι καὶ πόνων, ὦ παρθένοι, μὴ ὀκλάσητε πρὸς τὰς ἐλπίδας. ἐξωθοῦνται γὰρ τῷ πνεύματι τὰ ἐκ τοῦ πονηροῦ νέφη, ἐὰν ὥσπερ ἡ μήτηρ ὑμῶν καὶ ὑμεῖς, ἡ γεννῶσα τὸν ἄρσενα παρθένος ἐν τῷ οὐρανῷ, μὴ δειλιάσητε λοχῶντα καὶ ἐφεδρεύοντα τὸν ὄφιν· περὶ ἧς ἐγὼ πρὸς ὑμᾶς ἀμηγέπη διεξελεύσομαι δηλοῦσα· καιρὸς γὰρ τὰ νῦν. —καὶ ὤφθη μέγα σημεῖον ἐν τῷ οὐρανῷ «τὴν Ἀποκάλυψιν ὁ Ἰωάννης ἐξηγούμενος λέγει γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς· καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δεκαδύο· καὶ ἐν γαστρὶ ἔχουσα κροάζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ῶφθη ἄλλο σημεῖον έν τῷ οὐρανῷ· καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων χεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἐπτὰ διαδήματα· καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον μέρος τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης ἐκτεκεῖν, ἵνα ὄταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Μιν καὶ πρὸς τὸν θρόνον αὐτοῦ· καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἴνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας «καὶ τὰ μὲν οὖν περὶ τῆς γυναικὸς ἱστορούμενα καὶ τοῦ δράκοντος ὡς ἐν ἐπιτομῇ τέλος ἔχει· περὶ δὲ τοῦ τὴν ἐπίλυσιν αὐτῶν ἀνεύρασθαι καὶ εἰπεῖν μεῖζον ἢ καθ’ ἡμᾶς. ὅμως τολμητέον, πιστεύσασαν τῷ κελεύσαντι «τὰς γραφὰς« ἐρευνᾶν. εἰ οὖν καὶ σφῷν τὰ λεγόμενα συνδοκεῖ, χαλεπὸν οὐδὲν ἤδη τερίλασθαι· πάντως γὰρ συγγνώσεσθε, πρὸς τὴν ἀκρίβειαν τῆς γραφῆς ἐὰν μὴ δυνηθῶ διαρκέσαι.