Ancient Greek · ~8 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 5-8
Not analysed yet
Ἡ ὀφθεῖσα περιβεβλημένη τὸν ἥλιον ἐν τῷ οὐρανῷ γυνὴ καὶ στέφανον ἐξ ἀστέρων περικειμένη δώδεκα, ἧς τὴν ἕδραν εἶχε ἡ σελήμνη πρὸς τοῖς ποσί, καὶ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν, αὔτη κυρίως ἐστὶ κατὰ τὸν ἀκριβῆ λόγον ἡ μήτηρ ἡμῶν, ὧ παρθένοι. δύναμίς τις οὖσα καθ’ ἑαυτῆν ἑτέρα τῶν τέκνων, ἣν ὁτὲ μὲν Ἱερουσαλὴμ οἱ προφῆται κατὰ τὴν σύνοψιν τῶν ἐπιφερομένων, ὁτὲ δὲ νύμφην, ὁτὲ δὲ Σιὼν ὄρος, ὁτὲ δὲ ναὸν καὶ σκηνὴν τοῦ θεοῦ κεκλήκασιν. ἡ γὰρ παρορμωμένη φωτίζεσθαι δύναμις ἐν τῷ Προφήτῃ, φωτίζου, φωτίζου« κεκραγότος αὐτῇ τοῦ πνεύματος »Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ἀνατέταλκεν. ἰδοὺ καλύψει σκότος καὶ γνόφος γῆν, καλύψει ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου καὶ ἔθνη ἐν τῇ λαμπρότητί σου. ἀνάβλεψον κύκλῳ τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἥκασι πάντες οἱ υἱοί σου μαΚρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται« ἔστιν ἡ ἐκκλησία, ἧς τὰ τέκνα πασσυδὶ ἐν τῷ βαπτίσματι μετὰ τὴν ἀνάστασιν πάντοθεν πρὸς αὐτὴν ἥξει καταθέοντα αὐτῇ, δεχομένη τε τὸ φῶς τὸ ἀνέσπερον, τὴν λαμπρότητα στολῆς σχήματι περιβεβλημένη τοῦ λόγου, ἥδεται. ποίῳ γὰρ ἄλλῳ τιμαλφεστέρῳ κόσμῳ ἢ τιμιωτέρῳ τὴν βασίλισσαν ἔπρεπε κοσμηθεῖσαν νυμφαγωγηθῆναι τῷ κυρίῳ, φῶς ὡς ἱμάτιον‘ λαβοῦσαν, δι' ὃ καὶ αὐτὴν ὑπὸ τοῦ πνεύματος ἀνακληθῆναι; ἴτε γὰρ ἀναβᾶσαι τῷ λόγῳ θεάσασθε ὥσπερ τὰς πρὸς γάμον παρθένους γυναῖκα μεγάλην, καθαρὸν καὶ ἄχραντον ὅλον καὶ μόνιμον κάλλος καὶ οὐδὲν ἐλαττούμενον τῆς λαμπρότητος τῶν φώτων ἀθοστίλβουσαν, καὶ ἀντὶ μὲν στολῆς αὐτὸ φῶς ἠμφιεσμένην, ἀντὶ δὲ λίθωι· τιμίων ἀστράσι φαιδροῖς τὴν κεραλὴν κεκοσμημένην. ὃ γὰρ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς· ὃ δὲ ὴμῖν χρυσὸς ἢ διαφανεὶς λέθοι, τοῦτο ἐκείνῃ τὰ ἄστρα, ἄστρα δὲ οὐχ ὁποῖα ταῦτα τὰ έν τῷ ὁρατῷ κείμενα τόπῳ, ἀλλά τινα κρείττω καὶ εὐφεγγέστερα, ὥστε εἰκόνας ἐκείνων μᾶλλον νομίζεσθαι ταῦτα καὶ ἀπεικονίσματα.