Ancient Greek · ~7 min
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 6-2
Not analysed yet
Ἐπειδὴ γὰρ αὐτὸς ὡς ἀληθῶς ἠν τε καὶ ἒστιν, »ἐν ἀρχῇ« ὢν »πρὸς τὸν θεὸν. καὶ »θεὸς« ὤν, ὁ »ἀρχιστράτηγος« καὶ »ποιμἠν« τῶν κατ' οὐρανόν, ᾠ πάντα πείθονται καὶ ὁμαρτοῦσι τὰ λογικά, καὶ ποιμαίνων εὐτάκτως καὶ ἀριθμῶν τὰ πλήθη τῶν μακαρίων ἀγγέλων, . . οὗτος γὰρ ἴσος καὶ τέλειος ἀριθμὸς ἀθανάτων ζῴων κατὰ γένη καὶ φῦλα διῃρημένων, συμπαραληφθέντος ἐνταῦθα τῇ ποίμηῃ καὶ τοῦ ἀνθρώπου· δεδημιούρητο γὰρ δὴ καὶ αὐτὸς ἒξω φθορᾶς, ἳνα τὸν βασιλέα γεραίρῃ πάντων καὶ ποιητὴν ἀντίφθογγα μελῳδῶν ταῖς τῶν ἀγγέλων ἐξ οὐρανοῦ φερομέναις βοαῖς. ἀλλ’ ἐπεὶ συνέβη παρεληλυθότα τὴν ἐντολὴν ὀλέθριον πτῶμα καὶ δεινὸν πεσεῖν, εἰς θάνατον ἀνστοιχειωθέντα, διὰ τοῦτό φησιν ὁ κύριος ἑαυτὸν εἰς τὸν βίον ἐκ τῶν οὐρανῶν ἐληλυθέναι, καταλελοιπότα τὰς τάξεις καὶ τὰ στρατόπεδα τῶν ἀγγέλων. ἀπεικονίστέον γὰρ τὰ μὲν ὄρη τοῖς τὰ δὲ ἐνενήκοντα πρόβατα καὶ ἐννέα ταῖς δυνάμεσι καὶ »ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις«, ἃς καταλέλοιπεν ἀναζητῆσαι κατελθὼν τὸ ὁ στρατηγὸς καὶ ποιμήν. ἔλειπε γὰρ ἂνθρωπος εἰς ἐγκαταλεχθῆναι τούτων ἔτι καὶ τὸν ἀριθμόν, βασιτάσαντος αὐτὸν τοῦ κυρίου καὶ ἀμφιεσαμένου, ἳνα δὴ μὴ πάλιν, ὡς ἒφην, ταῖς τρικυμίαις καὶ ταῖς ἀπάταις τῆς ἡδονῆς περικλυσθεὶς καταποντωθῇ. ταύτῃ γὰρ τὸν ἂνθρωπον ἀνείληφεν ὁ λόγος, ὅπως δὴ δι᾿ αὑτοῦ καταλύσῃ τὴν ἐπ᾿ ολέθρῳ γεγονυῖαν καταδίκην, ἡττήσας τὸν ὃφιν. ἥρμοζε γὰρ μὴ δι᾿ ἑτέρου νικηθῆναι τὸν πονηρόν, ἀλλὰ δι᾿ ὃν δὴ καὶ ἐκόμπαζεν ἀπατήσας αὐτὸν τετυραννηκέναι· ὅτι μὴ ἂλλως τὴν ἁμαρτίαν λυθῆναι καὶ τὴν κατάκρισιν δυνατὸν ἡν, εἰ μὴ πάλιν ὁ αὐτὸς ἐκεῖνος ἂνθρωπος, δι᾿ ὃν εἴρητο τό »γῆ εἶ καὶ εἰς ἀπελεύση«, ἀναπαλαίσας ἀνέλυσε τὴν ἀπόφασιν τὴν δέ αὐτὸν εἰς πάντας ἐξενηνεγμένην, ὅπως, καθὼς »ἐν τῷ Ἀδάμ« πρότερον »πάντες ἀποθνῄσκουσιν, οὓτω« δὴ πάλιν καὶ »ἐν τῷ« ἀνειληφότι »χριστω« τὸν Ἀδὰμ» πάντες ζῳοποιηθῶσιν«.