Ancient Greek
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 7-2
Not analysed yet
Καὶ περὶ μὲν τοῦ τὸν ἄνθρωπον ὄργανον γεγονότα καὶ ἒνδυμα τοῦ μονογενοῦς τοῦτο ἀπειρηάσθαι, ὅπερ ἦν αὐτὸς ὁ εἰς αὐτὸν εἰσοικισθείς, σχεδὸν ἤδη μοι δικεῖ τέλος ἒχειν· τὸ δὲ ὅτι μήτε ἀνισότης ἐστὶ μήτε μὴν ἀναρμοστία πάλιν ἐξ ἀρχῆς διὰ βραχέων ἐπισκεπτέον. τὸ γὰρ αὐτοφύσει καλὸν καὶ αὐτοφύσει δίκαιον καὶ ὅσιον, οὑ τὰ ἄλλα κατὰ μετοχὴν γίνεται καλά, τὴν σοφίαν ὁ λέγων τυγχάνειν μετὰ τὸν θεὸν ὀρθότατα λέγει, τὸ δὲ αὖ ἀ νόσιον καὶ ἂδικον καὶ πονηρὸν τὴν ἁμαρτίαν. δύο γἀρ τὰ εἰς ἂκρον ἀλλήλοις ἐναντία ζωὴ καὶ θάνατος, ἀφθαρσία καὶ φθορά. ἰσότης μὲν γάρ ἐστιν ζωςη, ἀνισότης δὲ ἡ φθορά, καὶ ἁρμονία μὲν ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ἀναρμοστία δὲ ἡ ἀδικία καὶ ἡ ἀφροσύνη. ὁ δὲ δὲ τούτων ὢν μεταξύ, οὔτε αὐτὸ τοῦτο δικαιοσύνη οῦτε μήν ἐστιν ἀδικία· ἀλλὰ τῆς ἀφθαρσίας ἐν μέσῳ βεβηκὼς καὶ τῆς φθορᾶς, εἰς ὁποτέραν <ἂν> αὐτῶν νεύσας προσκλιθῇ, εἰς τὴν τοῦ κρατήσαν· τος μεταβάλλεσθαι λέγεται φύσιν. ἐκκλίνας μὲν γὰρ εἰς τὴν φθορὰν φθαρτὸς γίνεται καὶ θνητός, εἰς δὲ τὴν ἀνθαρσίαν ἄφθαρτος καὶ ἀθάνατος. μεθόριος γὰρ τοῦ τῆς ζωῆς« ξύλου κοὶ τοῦ γνωστοῦ καλοῦ τε καἰ πονηροῦ‘ τεθείς, οὗπερ ἀπεγεύσατο τῶν καρπῶν, εἰς τὴν τούτου καἰ μετεβλήθη μορφήν, οὒτε »τὸ τῆς ζωῆς ξύλον« «αὐτὸς ὢν οὒτε τὸ τῆς φθορᾶς, ἀλλὰ μετοχῇ μὲν καὶ παρουσίᾳ φθορᾶς θνητὸς φανείς, προσοικείωσει δὲ καὶ ἀλοιφῇ ζωῆς ἄφθαρτος πάλιν καὶ ἀθάνατος. ὥς καὶ Παῦλος ἐδίαξεν εἰπών· »οὐ γὰρ ἡ φθορὰ κληρονομήσει τὴν ἀφθαρσίαν«, οὐδὲ ὁ θάνατος τὴν ζωήν, φθορὰν μὲν καὶ θάνατον αὐτὸ τὸ φθεῖρον ὁρισάμενος εἰκότι λόγῳ καὶ τὸ ἀποκτεῖνον, ἀλλ᾿ οὐ τὸ φθειρόμενον καὶ τὸ θνῇσκον, αφθαρσίαν δὲ καὶ ζωὴν αὐτὸ τὸ ἀπαθανατίζον καὶ ζῳοποιοῦν, ἀλλ᾿ οὐ τὸ ἀπαθανατιζόμενον καὶ ζῳοποιούμενον. ὥστε οὔτε ἀναρμοστία καὶ ἀνισότης ὁ ἂνθρωπός ἐστιν οὔτε μὴν ἰσότης καὶ εὐαρμοστία· ἀλλ’ ὃτε μὲν ἐδέξατο τὴν ἀναρμοστίαν, ὃπερ ἐστὶ τὴν παράβασιν καὶ τὴν ἁμαρτίαν, γέγονεν ἀνάρμοαστος καὶ ἀπρεπής· ὃτε δὲ τὴν ἁρμονίαν, τουτέστι τὴν δικαιοσύνην γέγονεν εὐάρμοστον ὄργανον καὶ εὐπρεπές, ὃπως ὁ κύριος, ἡ ἀφθαρσίαν νικήσασα τὸν θάνατον, εὐήχως τὴν ἀνάστασιν μελῳ- δήσῃ τῇ σαρκί, μὴ ἐάσας αὐτὴν κληρονομηθῆναι πάλιν ὑπὸ τῆς φθορᾶς. καὶ μὲν δὴ καὶ περὶ τούτων αὐτάρκως ἤδη λελέχθω.