Ancient Greek
Λόγος ζ΄. Πρόκιλλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 6-5
Not analysed yet
Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἠν τοῦ θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς —ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας —ἥτις αὐτοῖς αὐθις ἀλεξίκακος ἔσοιτο καὶ βοηθός. ὁ ούν θεός, ἴνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστθῇ λήθῃ τῶν καλῶν ,τὸν ἴδιον παῖδα τοῖς προφήταις ἐκέλευσεν ὑπηχῆσαι τὴν ἐσομένην ἐατοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν βίον, καθ’ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι αὐτῆς τῶν ἀνθρώπων τὰ πάθη καὶ τὴν φθοράν. καὶ κιὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ προφητῶν, διὰ τὴν τῆς περιτομῆν πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἡς ἐξήρτηται καὶ ὁ νόμος, ὀγδοήκοντα παλλακὰς ἐκάλεσεν, ὅτι πρῶτοι, πρὶν τὴν νύμφην τὴν ἐκκλησίαν κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα συλλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν. —νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη καὶ νεανικῶς καὶ γενναίων διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν καλεῖ.