Ancient Greek
Λόγος ζ΄. Πρόκιλλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 7-4
Not analysed yet
Ἀλλὰ τούτων οὔθ' αἱ »βασίλισσαι« οὔθ' αἱ »παλλακαὶ« οὔθ' αἱ »νεάνιδες« συγκρίνονται τῇ ἐκκλησίᾳ· ἡ γὰρ τι »τελεία« καἰ »ἐκλεκτὴ« παρὰ πάσας νομιζομένη αὐτάς, ἡ ἐκ πάντων συνεστῶσά τι καὶ συνημμένη τῶν ἀποστόλων, ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. διὸ καὶ μακαρίζεται καὶ αἰνεῖται Πρὸς τῶν ἄλλων, ὅτι αὕτη καὶ εἶδε καἰ ἤκουσεν ἀφθόνως, ἃ ἐκεῖναι ἐπεπόθησαν κἂν ἐκ βραχέος θεάσασθαι καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι καὶ οὐκ ἤκουσαν. »μακάριοι« γάρ φησιν οἱ ὀφθαλμοὶ ὑμῶν« ὁ κύριος τοῖς μαθηταῖς οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκούσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν‘. οὐκοῦν διὰ ταῦτα μακαρίξουσι ταύτην οἱ προφῆται καὶ θαυμάζουσιν, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἀκροαταὶ γενέσθαι καὶ θεάμονες ἡ ἐκκλησία κατηξιώθη καὶ μετείληφεν. »ἑξήκοντα« <γάρ> »εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα καὶ νεάνιδες ὡς οὐκ ἔωστιν ἀριθμός. μία ἐστὶν ἡ περιστερά μου, τελεία μου. «