Ancient Greek · ~5 min
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 6-6
Not analysed yet
Βεβηκέναι τε ἐπὶ τῆς σελήνης, σελήνην, ὡς ἡγοῦμαι, τροπικῶς τὶν πίστιν τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τῷ λουτρῷ λουτρῷ διὰ τὸ προσεοικέναι τὸ φῶς αὐτῆς μᾶλλον ὔδατι χλιαρῷ καὶ πᾶσαν ἐξ αὐτῆς ἠρτῆσθαι τὴν ὑγρὰν οὐσίαν. ἐφέστηκεν οὐν ἐπὶ τῆς πίστεως καὶ προσλήψεως ἡμῶν ἡ ἐκκλησία κατὰ τὴν τῆς σελήνης σύνοψιν, μέχριπερ ἂν »εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν‘, ὠθίνουσα καὶ ἀναγεννῶσα τοὺς ψυχικοὺς εἰς πνευματκούς, καθ’ ὃν λόγον καὶ μήτηρ ἐστίν. ὥσπερ γὰρ σπορὰν ἀνδρὸς ἀμόρφωτον ὑποδεξαμένη γυνὴ περιοδοις χρόνων ἄνθρωπον ὁλόκληρον ἀποκύει, ταύτῃ δὴ καὶ τοὺς προσφεύγοντας τῷ λόγῳ φήσειεν ἄν τις συλλαβοῦσαν ἀεὶ τὴν ἐκκλησίαν, καὶ τὴν καθ' ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσα τοῦ Χριστοῦ, περιόδοις χρόνων πολίτας τῶν μακαρίων ἐκείνων αἰώνων ἐργάζεσθαι. ὅθεν ἐξ ἀνάγκης αὐτὴν ἐφεστάναι δεῖ τῷ λουτρῷ τοὺς λουομένους γεννῶσαν· τούτῳ γὰρ καὶ σελήνη κέκληται τῷ τρόπῳ ἡ περὶ τὸ λουτρὸν αὐτῆς ἐνέργεια, ἐπειδὴ νέον σέλας ἀνανεασθέντες οἱ ἀναγεννώμενοι λάμπουσιν ,ὅ ἐστι νέον φῶς, ὅθεν κὼ νεοφώτιστοι καλοῦνται περιφραστικῶς, τὴν πνευματικὴν αὐτοῖς πανσέληνον κατα τὴν περίοδον τοῦ πάθους καὶ τὴν ἀνάμνησιν νέαν ἀεὶ παραφαινούσης, ἴστ’ ἂν ἡ αὐγὴ καὶ τὸ φῶς τὸ τέλειον ἀνατείλῃ τῆς μεγάλης ἡμέρας.