Ancient Greek · ~11 min
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 7
Not analysed yet
Καὶ τάχα μὲν οὐν δὴ χώραν ἓξει πιθανολογῶν τις ἐν οὐ κριτικοῖς καὶ φρονίμοις ἀνδράσι, τὸν χιτῶνα τῆς ψυχῆς τὸν σάρκινον τοῦτον ὑπὸ ἀνθρώπων φυτευόμενον ἀυτοματὶ μορφοῦσθαι παρὰ τὴν ἀπόφασιν τοῦ θεοῦ· οὐ μὴν ἢδη καὶ τῆς ψυχῆς τὴν οὐσίαν μετὰ τοῦ θνητοῦ σπείρεσθαι διδάσκων πιστευθήσεται σώματος. τὸ γὰρ ἀθάνατον καὶ ἀγήρων μόνος ὁ παντοκράτωρ ἐμφυσᾷ, ᾐ καὶ μόνος τῶν ἀοράτων ἐστὶ καὶ ἀνωλέθρων ποιητής. »ἐνεφύσησε« γάρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο« φησίν »ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. «ἀμέλει τοὺς χειροτέχνας τούτους αἰτιώμενος ὁ λόγος, ἐπὶ λύμῃ τῶν ἀνθρώπων τὰ ἀνδροείκελα κατασκευάζοντας ἀγάλματα, οὐχ αἰσθανομένους τὸν ἒδιον ποιητήν ,ἐν τῇ παναρέτῳ Σοφίᾳ φησί· »σποδὸς ἡ καρδία αὐτῶν, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἡγνόησαν τὸν πλάσαντα αὐτοῦς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα αὐτοῖς πνεῦμα ζωτικόν. «οὕτως ἐστὶ πάντων ἀνθρώπων ποιητὴς ὁ θεός. διὸ καὶ »πάντας ἀνθρώπους« κατὰ τὸν ἀπόστολον »σῴζεσθαια βούλεται καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν«. —καὶ ἐπειδὴ τοῦτο μόλις ἴσχε τέλος, λοιπὸν δὴ τὰ μετὰ ταῦτα λεκτέον. ὁπόταν γάρ τις τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινότων κατὰ φύσιν ἐκμάθῃ, εἴσεται μὴ βδελύσσεσθαι παιδοποιίαν, ἐπαινεῖν δὲ καὶ προτιμᾶν ἀγνείαν. οὐδὲ γάρ, ἐπειδὴ τῶν ἄλλων ἐστὶν ἡδύτερον καὶ τὸ μέλι, τὰ λοιπὰ δὴ ταύτῃ προσῆκε νομίζεσθαι πικρά, ὁπόσα δὴ τῇ ἐμφύτῳ γλυκασίᾳ κεέρασται τῶν ἀκροδρύων. καὶ τούτων μὲν ἐχέγγυον μάρτυρα παρέξομαι τὸν Παῦλον ὥστε καὶ ὁ γαμίζων« λέγοτα »τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γεμίζων κρεῖσσον ποιεῖ«. οὐ γὰρ δὴ τῇ τοῦ κρείττονος καὶ γλυκυτέρου παραθέσει τὸ ἕτερον ἀτερον ἀπαγορεύσας ὁ λόγος, ἑκάστῳ τὸ οἰκεῖον καὶ λυσιτελὲς ἀπονέμων διαθεσμοθετεῖ. τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησε παρθενίας τυχεῖν, τοὺς δὲ καὶ οὐκέτι βούλεται χραίνεσθαι φοινισσομένους ἐρεθισμοῖς, ἀλλὰ μελετᾶν ἀπεντεῦθεν ἤδη καὶ φαντάζεσθαι τὴν ἰσάγγελον μεταστοιχείωσιν τῶν σωμάτων, ἔνθα »οὔτε γαμοῦσιν οὔτε γαμίσκονται«, κατὰ τοὺς ἀψευδεῖς χρησμούς· ἐπεὶ μηδὲ πᾶσιν ὁ ἀμόλυντος καὶ παρεκτικὸς τῆς βασιλείας τῶν οὐρανῶν εὐνουχισμὸς ἐμπιστεύεται, ἀλλὰ μόνοις ἐκείνοις δηλονότι τοῖς καὶ δυναμένοις τὸ ἀειθαλὲς ἂνθος καὶ ἄχραντον τῆς παρθενίας τηρῆσαι. ἀνθηροτάτῳ γὰρ ἀπεικάζεσθαι καὶ ποικιλωτάτῳ λειμῶνι λόγος ἔχει προφητικὸς τὴν ἐκκλησίαν, οὐ μόνον τῆς ἀγνείας πεποικιλμένην καὶ κατεστεμμένην ἂνθεσιν, ἀλλὰ καὶ τοῖς τῆς τεκνογονίας καὶ τοῖς τῆς ἐγκρατείας. »ἐν κροσσωτοῖς« γάρ »χρυσοῖς πεποικιλμένη« »ἐκ δεξιῶν ἡ βασίλισσα« παρίσταται τοῦ νυμφίου. Ταῦτά σοι κατὰ δύναμιν κἀγὼ τὴν ἐμαυτῆς, ὧ Ἀρετή, εἰς τὸν ὑπὲρ τῆς ἀγνείας συμβάλλομαι λόγον. Εἰπούσης δὲ ταῦτα τῆς Θεοφίλας θόρυβον ἡδὺν ἐκ πασῶν ἡ Θεοπάτρα ἴφη γεγονέναι τῶν παρθένων ἐπαινουσῶν τὸν λόγον, ὡς δὲ ἡσύχασαν, σιωπῆς ἐπὶ πολὺ γεγενημένης ἀναστῆναι τὴν θάλειαν· ταύτῃ γὰρ ἐκ τρίτου ἐπετέτραπτο μετὰ τὴν Θεοφίλαν ἀγωνίζεσθαι.