Ancient Greek · ~6 min
Λόγος β΄. Θεοφίλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 6
Not analysed yet
Καὶ τί χρὴ παραδείγμασι τοσούτοις καταχρωμένην μηκύνειν τὸν λόγον; ούδὲ γὰρ ἂν οὕτως ἐν ὀλόγῳ χρόνῳ τοσοῦτον ἄνευ κομιδῆς ἒργον ἐξήνυσε φύσις. τίς γὰρ ὀστέων ἔπηξεν ἄπηκτον τίς δὲ ξυνέδησεν ἐπιτείνεσθαι νεύροις καὶ ἀνίεσθαι περὶ τὰς ἁρμογὰς καμπτόμενα τὰ μέλη; ἢ τίς θεὸς ἐζύμωσε χυμὸν δεύσας αἳματι καὶ μαλθακὴν ἐκ χοὸς σάρκα ἢ μόνος ὁ ἀριστοτςεχνας, τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς, ἑαυτοῦ τεκταινόμενος καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ; τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλυζόμενον ἔσω τὸ ἔμβρουν; ἢ τός ὁ μετὰ τὸ καὶ εἰς φῶς ἀνελθεῖν εἰς μέγεθος καὶ λάλλος καὶ ῥώμην ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὑτος ὁ ἀριστοτέχνας, ὡς ἔφην, θεός, τῇ ποιητικῇ δυνάμει τῷ Χριστῷ μετασχηματίζων καὶ μεταζωγραφῶν τὰς ἰδέας; κλ ὅθεν δὴ καὶ τημελούχοις ἀγγέλοις, κἂν ἐκ μοιχείας ὦσι, τὰ ἀποτικτόμενα παραδίδοσθαι παρειλήφαμεν ἐν θεοπνεύστοις γράμμασιν. εἰ γὰρ παρὰ τὴν γνώμην ἐγίνοντο καὶ τὸν θεσμὸν τῆς μακαρίας ἐκείνης φύσεως τοῦ θεοῦ, πῶς ἀγγέλοις ταῦτα παρεδίδοτο τραφγσίνεβα μετὰ πολλῆς ἀναπαύσεως καὶ πῶς δὲ καὶ κτηγορήσοντα σφῶν αὐτῶν τοὺς γονεῖς εὐπαρρησιάσατως εἰς τὸ δικαστήριον ἐκίκλησκον τοῦ Χριστοῦ, »σὺ οὐκ ἐφθόνησας ἡμῖν, ὡ κύριε, τὸ κοινόν‘ λέγοντα »τοῦτο φῶς· οὗτοι δὲ εἰς θάνατον ἡμᾶς ἐξέθεντο, καταφρονήσαντες ἧς σῆς ἐντολῆς; «»ἐκ« γάρ ἀνόμων. φησίν »ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰςι πονηρίας κατὰ γονέων έν ἐξετασμῷ«.