Ancient Greek
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 8.1
Not analysed yet
Προγεγύμνασται γὰρ μετὰ συστάσεων οὐκ εὐκαταφρονήτων ἐκ τῆς γραφῆς ὡς ἄρα ὁ πρωτόπλαστος οἰκείως εἰς αὐτὸν ἀναφέρεσθαι δύναται τὸν Χριστόν, οὐκέτι τύπος ὢν καὶ ἀπεικασία μόνον καὶ εἰκὼν τοῦ μονογενοῦς, ἀλλὰ καὶ αὐτὸ τοῦτο σοφία γεγονὼς καὶ λόγος. δίκην γὰρ ὕδατος ὁ ἂνθρωος συγ κερασθεὶς τῇ σοφίᾳ καὶ τῇ ζωῇ τοῦτο γέγονεν, ὅπερ ἠν αὐτὸ τὸ εἰς αὐτὸν ἄκρατον φῶς. ὅθεν ὁ ἀπόστολος εὐθυβόλως εἰς Χριστὸν τὰ κατὰ τὸν Ἀδάμ. οὓτως γὰρ ἂν μάλιστα ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς τὴν ἐκκλησίαν συμφωνησαι γεγονέναι, ἡς δὴ χάριν καταλείψας τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς κατῆλθεν ὁ λόγος προσκολληθησόμμενος τῇ γυναικὶ καὶ ὕπνωσε τὴν ἔκστασιν τοῦ πάθους, ὑπὲρ αὐτῆς ἀποθανών, »ὃπως αὐτὸς ἑαυτῷ παραστήσῃ τὴν ἐκκλησίαν ἔνδοξον καὶ ἂμωμον, καθαρίσας τῷ λουτρῷ« πρὸς τοῦ νοητοῦ καὶ μακαρίου σπέρματος, ὃ σπείρει μὲν αὐτὸς ὑπηχῶν καὶ καταφυτεύων ἐν τῷ βάθει τοῦ νοός, ὑποδέχεται δὲ καὶ μορφοῖ δίκην γυναικὸς ἡ ἐκκλησία εἰς τὸ γεννᾶν τὴν ἀρετὴν καὶ ἐκτρέφειν. ταύτῃ γὰρ καὶ τό »αὐξάνσθε καὶ πληθύνεσθε« πληροῦται προσηκόντως, εἰς μέγεθος καὶ κάλλος καὶ πλῆθος αὐξανομένης καθ᾿ ἡμέραν αὐτῆς διὰ τὴν σύνερξιν καὶ τὴν κοινωνίαν τοῦ λόγου συγκαταβαίνοντος ἡμῖν καὶ νῦν ἒτι καὶ ἐξισταμένου κατὰ τὴν ἀνάμνησιν τοῦ πάθους. οὐ γὰρ ἂν ἄλλως ἡ ἐκκλησία συλλαβεῖν τοὺς πιστεύοντας καὶ ἀναγεννῆσαι »διὰ τοῦ λουτροῦ« δύναιτο »τῆς παλιγγενεσίας«, ἐὰν μὴ καὶ διἰ αὐτοὺς ὁ Χριστὸς κενώσας ἑαυτόν, ἳνα χωρηθῇ κατὰ τὴν ἀνακεφαλαίωσιω, ὡς ἒφην, τοῦ πάθους, πάλιν ἀποθάνῃ καταβὰς ἐξ οὐρανῶν καὶ προσκολληθεὶς τῇ ἑαυτοῦ γυναικί, τῇ ἐκκλησίᾳ, παράσχοι σχοι πλευρᾶς ἀφαιρεῖσθαι τῆς ἑαυτοῦ δύναμίν τινα, ὂπως αὐξηθῶσιν οἱ ἐν αὐτῷ οἰκοδομηθέντες ἀπαντες, οἱ γεγεννημένοι διὰ τοῦ λουτροῦ, ἐκ τῶν ὀστῶν καὶ ἐκ τῆς σαρκός. τουτέστιν ἐκ τῆς ἁγιωσύνης αὐτοῦ καὶ ἐκ τῆς δόξης προσειληφότες. ὀστᾶ ὀστᾶ γὰρ καὶ σάρκα σοφίας ὁ λέγων εἶναι σύνεσιν καὶ ἀρετὴν ὀρθότατα λέγει, πλευρὰν δὲ τὸ πνεῦμα τῆς ἀληθείας« τὸ παράκλητον, ἀφ᾿ οὑ λαμβάνοντες εἰς ἀφθαρσίαν ἀναγεννῶνται προσηκόντως οἱ πεφωτισμένοι. άδύνατον δὲ τοῦ πνεύματος τοῦ ἁγίου μετασχεῖν τινα καὶ μέλος καταλεχθῆναι Χριοτοῦ, ἐὰν μr̀ι πρότερον καὶ ἐπὶ τούτου συγκατελὼν ὁ λόγος ἐκστῇ κοιμμηθείς, ἳνα τὴν ἀνανέωσιν καὶ τὸν ἀνακαινισμὸν συνεξαναστὰς τοῦ ὕπνου τοῦ κεκοιμημένου καὶ αὐτὸς μεταλαβεῖν δυνηθῇ, πνεύματος ἀναπλησθείς. τοῦτο γὰρ κυρίως ἂν ἡ πλευρὰ λέγοιτο τοῦ λόγου, »τὸ πνεῦμα τῆς ἀληθείας« τὸ ἑπτάμορφον κατὰ τὸν προφήτην· ἀφ᾿ οὗ λαμβάνων ὁ θεὸς μετὰ τὴν ἒκστασιν τοῦ Χριστοῦ, ὃ δή ἐστι μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος, τὴν »βοηθὸν« αὐτῷ κατασκευάζει, λέγω δὴ τὰς ἡρμοσμένας αὐτῷ καὶ νενυμφευμένας ψυχάς. ἔστι γὰρ ὅτε πολλαχῶς αὐτὸ τὸ ἂθροισμα καὶ ἀγεληδὸν τῶν πεπιστευκότων ἐκκλησίαν οὕτως ὀνομάζουσιν αἱ τῶν τελειοτέρων κατὰ προκοπὴν εἰς ἓν πρόσωπον καὶ σῶμα τὸ τῆς ἐκκλησίας ἀναγομένων. οἱ μὲν γὰρ κρείττονες καὶ τρανότερον σπάσαντες ἤδη τὴν ἀλήθειαν, οὗτοι διὰ τὴν τελείαν κάθαρσιν καὶ πίστιν ἀποστερωθέντες τῶν τῆς σαρκὸς ἀτοπημάτων ἐκκλησία γίνονται καὶ βοηθὸς‘ τοῦ Χριστοῦ, »παρθένος« ὣσπερ κατὰ τὸν ἀπόστολον αὐτῷ καθηρμοσμένοι τε καὶ νενυμφευμένοι, ἵνα τὴν καθαρὰν τῆς διδασκαλίας ὑποδεξάμενοι καὶ γόνιμον σπορὰν συνεργήσωσι βοηθοῦντες τῷ κρηύγματι πρὸς τὴν τῶν λοιπῶν λοιπῶν οἱ δὲ ἀτελεῖς ἔτι καὰ ἀπαρχόμενοι εἰς σωτηρίαν τῶν μαθημάτων ὠδίνονται μορφοῦνται ὥσπερ ὑπὸ μητράσι πρὸς τῶν τελειοτέρων, ἒστ᾿ ἂν ἀποκυηθέντες ἀναγεννηθπωσιν εἰς μέγεθος καὶ κάλλος ἀρετῆς, καὶ πάλιν αὖ κατὰ προκοπὴν ἐκκλησία καὶ οὑτοι γεγονότες εἰς ἑτέρων τόκον ὑπουργήσωσι τέκνων καὶ ἀνατροφήν, μήτρας δίκην ἐν τῷ δοχείῳ τῆς ψυχῆς τὸ θέλημα τελεσφορήσαντες ἀλώβητον τοῦ λόγου.