Ancient Greek
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 9
Not analysed yet
Ἐπισκέψασθαι γὰρ χρὴ καὶ τὰ περὶ τὸν ἀοίδιομον Παῦλον, ὃτι ὁπότε οὐδέπω »τέλειος« οὗτος ἠ »ἐν Χριστῷ«, γεννᾶται πρότερον καὶ γαλουχεῖται, εὐαγγελιζομένου καὶ ἀνακαινίζοντος αὐτὸν Ἀνανίου τῷ βαπτίσματι, καθὼς ἐν ταῖς Πράξεσιν ἡ ἱστορία περιέχει· ὂτε δὲ ἠνδρώθη καὶ ᾠκοδομήθη ἤδη εἰς τελειότητα πνευματικὴν ἀναπλασθεὶς καὶ »βοηθὸς« ἀπειρηάσθη καὶ »νύμφη« τοῦ λόγου, τὰ σπέρματα τῆς ζωῆς ὑποδεξάμενος καὶ συλλαβών, τὸ τηνικαῦτα ὁ πρότερον χρηματίσας παιδίον ἐκκλησία γίνεται καὶ μήτηρ, ὠδίνων καὶ αὐτὸς τοὺς δἰ αὐτοῦ τῷ κυρίῳ πεπιστευκότας, ἔστ᾿ ἂν καὶ ἐν τούτοις ὁ Χριστὸς ἀποτεχθῇ. »τεκνία« γάρ »μου« φησίν »οὓς πάλιν ὠδίνω, ἂχρις οὑ μορφωθῇ Χριστὸς έν ὑμῖν« καὶ πάλιν »ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἒγὼ ὑμᾶς ἐγέννησα«. οὐκοῦν ταύτῃ συνέστηκεν εἰς τὴν ἐκκλησίαν άναφέρεσθαι καὶ τὸν Χριστὸν τὸ κατὰ τὴν Εὺαν θεώρημα καὶ τὸν Ἀδάμ. τοῦτο γὰρ τὸ μέγα μυστήριον. ὠς ἀληθῶς καὶ ὑπερκόσμιον, ὃ ἐγὼ δι᾿ ἀδθένειαν καἰ ἀμβλύτητα νοὸς κατ’ ἀξίαν τε καὶ μέγεθος εἰπεῖν ἀδυνατῶ. ὅμως δ’ οὐν ἐπιχειρτέον· λέγειν γὰρ ἑπόμενον ἂν εἴη λοιπὸν δὴ καὶ τὰ καθεξῆς πρὸς ὑμᾶς.