Ancient Greek
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 9-3
Not analysed yet
Ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα προσεοικέναι καὶ συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ πατρὸς τῷ Χριστῷ ἐπὶ τὸν ἁγνισμὸν ἥκοντι τοῦ ὕδατος ἐν τῷ Ἰορδάνῃ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά δε«. παρατηρητέον γὰρ ὅτι τὸ μὲν υἱὸν αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως· »εἶ« γὰρ υἱός‘ αὐτῷ ἔφη, καὶ οὐ »γέγονας«, ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὐ προϋπάρξαντα μετὰ ταῦτα ἐσχηκέναι, ἀλλὰ προγεννηθέντα καὶ ἔσεσθαι καὶ εἶναι τὸν αὐτόν. τὸ δέ »ἐγὼ σήμερον γεγέννηκά δε« ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων, λέγει, ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον σοφίαν »τοῦ θεοῦ« ὁ Χριστὸς γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται, οὐδέπω ἐφάνη. εἰ δὲ αἴσθοιντο καὶ οὗτοι τῆς χάριτος τὸ μυστήριον, τότε δὴ καὶ αὐτοῖς, ὁπότε ἐπέστρεψαν καὶ ἐπίστευσαν, κατὰ τὴν γνῶσιν καὶ τὴν σύνεσιν γεννᾶται. διὰ καὶ προσηκόντως ἐντεῦθεν ἡ ἐκκλησία τὸν ἄρσενα λόγον ἐν τοῖς ἁγνιζομένοις ἀεὶ μορφοῦν λέγεται καὶ γεννᾶν. —καὶ τὰ μὲν δὴ περὶ τῶν ὠδίνων αὐτῆς εἰς δύναμιν εἴρηται· τὰ δὲ περὶ τοῦ δράκοντος καὶ τῶν ἄλλων τῇδε μεταληπτέον. οὐκοῦν πειρώμεθα πάλιν ἀμωσγέπως δληλοῦν, ὦ παρθένοι, μηθὲν ἀποδειλιᾶσαι πρὸς τὸ μέγεθος τῶν αἰνιγμάτων τῆς γραφῆς· εἰ δέ τι δύσκολον ἐμπίπτοι τοῖς λόγοις, ἐγὼ πάλιν ὑμᾶς ὥσπερ ποταμὸν διαβιβάσω.