Ancient Greek
103
Michael Glycas, Annales 103
Unproofread scanNot analysed yet
ποιεῖ, πολλῷ μᾶλλον ἡμεῖς ἐκείνοις ὀπείλοιεν συνεῖναι δι´ ὧν ὁ νοητὸς λύκος διώκεται. Τίνα δὲ ταῦτα; Προσευχὴ καὶ νηστεία· τὸ γένος γὰρ, φησί, τοῦτο οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστΕΙΗ. δέ γε καμηλοπάρδαλις ἐν Λιβύῃ καθορᾶσθαι ἱστόρηται. Αἰτία δὲ τῆς τοιαύτης ἐπιμιξίας τῆς χώρας ἀνυδρία· περὶ γὰρ τὰ ἐκεῖσε ὕδατα ὀλιγοστὰ ὄντα ἀθροίζεται πολυειδῆ ζῶα, κἀντεῦθεν ἀλλήλοις ἐπιμιγνυμένων αὐτῶν θηρία πολύμορφα τίκτεται. Γίνωσκε δὲ, ἀγαπητέ, ὅτὶ τὰ τοιαῦτα σύνθετα σύλληψίν τε καὶ γέννησιν. Τίνος ἕνεκεν; Ὅτι ἐξ ἀλλοτρίων συνεστηκότα ταῦτα γενῶν διεφθαρμένην τὴν πρὸς τὸ τίκτειν ἀπειλήχασι δύναμιν. Καὶ εἰκότως · οὔτε γὰρ ἡ γῆ κατ´ ἀρχὰς ἐξήγαγε ταῦτα,, καθὰ δὴ καὶ τὰ λοιπὰ ζῶα γὰρ ἐξ ἐπινοίας ὕστερον ἀνθρωπίνης ἡ τῶν ὄνων τε καὶ ἴππων ἐπενοήθη σύζευξις, οὔτε τῆς θείας ἐκείνης φωνῆς ἤκουσαν τῆς οὕτω λεγούσης, «Αὐξάνεσθε καὶ πληθύνεσθε. »Ἔνθεν τοι καὶ τὴν πρὸς τὸ τίκτειν δύναμιν διεφθαρμένην ἐσχήκασιν Ὃ μονόκερως ζῶόν ἐστι καὶ πάνυ ἄγριον, μήτε. θηραταῖς μήτε ἄλλως πως ἀγρευόμενον. Παρθένῳ δὲ γυναικὶ, καὶ ταῦτα λαμπρειμονούσῃ καὶ ποικίλως ἐστολισμένῃ, καὶ περιέρχεται τὸ δυσθήρατον ζῷον καὶ παρὰ τοῖς γόνασιν αὐτῆς ἀναπαύεται. Τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀοράτου καὶ ἀθηράτου θεότητος καὶ τῆς ὄντως καὶ μόνης Παρθένου ἔστιν ἰδεῖν· εἰ μὴ γὰρ ὁ καθαρώτατος οὕτος εὐρέθη ναὸς, οὐκ ἂν ὁ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνακεστράφη. Ὁ μύρμηξ ἐπὶ τὸν στάχυν ἀνερχόμενος ὀσφραίνεται, καὶ ἐὰν κριθὴ, φεύγει ἀπ´´ αὐτοῦ καὶ ἐπὶ τὸν τοῦ σίτου στάχυν ἔρχεται. Εἰ δὲ ὁ μύρμηξ οὔτω ποιεῖ, πολλῷ μᾶλλον ἡμεῖς τὴν ἑτεροδοξοῦσαν διδασκαλίαν φεύγειν ὀφείλομεν, ἐπὶ δὲ τὸν σἵτον ἔρχεσθαι, τὸν ὀρθότατον δηλαδὴ λόγον. Εἰ γὰρ ὁ ὁ λύκος ἔχθραν πρὸς τὰ πρόβατα κέκτηται, κἀντεῦθεν ἔστιν ἰδεῖν· εὑρισκομένης γὰρ τῆς χορδῆς αὐτοῦ ἐν κιθάρᾳ, αἱ λοιπαὶ τῶν προβάτων χορδαὶ σιγῶσι καὶ οὐ φθέγγονται. Τοῦτο δὲ καὶ ἐπι τυμπάνων ἔστιν ἱδεῖν. Τίνος δὲ χάριν τὸ παράδοξον τοῦτο γίνεσθαι κατ´ ἀρχὰς συγκεχώρηται; Ὡς ἐντεῦθεν ἀριδηλότερον φαίνεσθαι τὴν ἔχθραν ἣν ὁ νοητὸς λύκος πρὸς τὰ τοῦ Χριστοῦ θρέμματα κέκτηται. Ὁ μὲν οὐν Αἰλιανὸς λέγει τὸν χαμαιλέοντα ποικον φαίνεσθαι τῇ μορφῇ ἅτε τὰς τῶν ὁρώντων ὄψεις ἐκκρουόμενον, κατὰ μίμησιν τοῦ εἰς ἄγγελον φωτὸς μετασχηματιζομένου Σατάν. Ὁ δὲ Ἀριστο τέλης φησὶν ὅτι ἰσχνότατος ὁ χαμαιλέων τῶν ᾠοτόκων καὶ πεζῶν, διότι ὀλιγαιμότατός ἐστι. Τοῦτο δὲ αἴτιον καὶ τοῦ τῆς ψυχῆς ἤθους τοῦ ζώου· πολύμορφον γὰρ γίνεται διὰ τὸν φόβον· ὁ γὰρ φόβος δι´